Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
[Καὶ τὸ ἀλλοτρίαις δόξαις ἐπερειδόμενον λέγειν περὶ τῶν πραγμάτων τοῦ ἀφελοῦς ἐστιν, οἷον ἐπειδὴ ἐστασίασαν. ἐπὰν δὲ εἴπῃς, ἐπειδὴ δὲ ἐστασίασαν, τραχὺν ποιεῖ τὸν λόγον.] καὶ τὸ πολλάκις μεταβάλλοντα τὰς πτώσεις τῷ αὐτῷ χρήσασθαι ὀνόματι ἀναστρέφοντα τῆς ἀφελείας ἐστί. τοῦτο μὲν οὖν τοῦ αὐτοῦ τρόπου, τὸ μὴ ἀποκρυψάμενον μήτε τὸ πρᾶγμα μήτε τὸ ὄνομα ἀφανῶς εἰπεῖν, οἷον ἔλεγε δὲ Κύρῳ. συγγραφικὸν δὲ εἰ δεῖ τελείου λόγου, τὸ ἐπὶ τοῖς κατʼ εἶδος ὀνόμασι καὶ [τὸ] ἀόριστον ἐπενεγκεῖν, οἷον Γοργίᾳ καὶ Προδίκῳ καὶ ἄλλοις πολλοῖς. ὅταν δὲ τὸ νόημα ἐξ ἑνὸς τοῦ συμπληροῦντος ὀνόματος ἀπαρτίζηται καὶ ἐπὶ τελευτῆς στῇ ἐφʼ ἑνὶ ὀνόματι, ὥσπερ ἐνταῦθα, ὡς δὲ πάνυ φανερὸς ἦν ἀχθόμενος, εἰ μὴ ἕψοιντο, συνηκολούθησαν, συγγραφικόν ἐστι καὶ λόγου ἦθος
ἔχοντος. καὶ τὰ καθʼ ἓν λεγόμενα, οἷον πάντα μὲν χαλκόν, πάντα δὲ φοίνικα, τῆς ἀφελείας ἐστί, τὸ δὲ κατὰ πλῆθος τῆς περιβολῆς καὶ τοῦ ἀξιώματος.αἱ συμπολοκαί εἰσι μὲν μᾶλλον τῶν ἀγωνιστικῶν, γένοιτο δʼ ἄν ποτε καὶ ἐν ἀφελεῖ λόγῳ, ὅταν ἡ μὲν ἀρχὴ συνεστραμμένη ᾖ, διὰ τὴν συμπλοκήν, τὰ δὲ ἑξῆς λελυμένα, οἷον ἔκαιε καὶ ἐπόρθει. δριμύτητα δὲ ποιεῖ καὶ ἡ ἐπαναφορὰ τῆς συμπλοκῆς, ἅμα μὲν ἔκαιεν, ἅμα δὲ καὶ κηρύγματι ἐδήλου, οὐχὶ διεκήρυττεν οὐδὲ ἐκέλευε κηρύττειν.