Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
περιβολὴν δὲ ἔχει καὶ τὸ ἐκ παραθέσεως εἰσάγειν τὰ νοήματα, ὅταν μὴ ἁπλῶς εἴπῃ τόδε ἐγένετο καὶ τόδε, ἀλλʼ ἀντὶ μὲν τοῦ τόδε γενέσθαι τόδε ἐγένετο, ἀντὶ δὲ τοῦ τόδε τόδε, ὡς ὁ Δημοσθένης ἐν τῷ τῆς παραπρεσβείας, ἀντὶ μὲν γὰρ τοῦ Θεσπιὰς καὶ Πλαταιὰς ἰδεῖν οἰκιζομένας Ὀρχομενὸν καὶ Κορώνειαν ἠκούσατε ἐξηνδραποδισμένας. καὶ Ἰσοκράτης δὲ χαίρει τῷ ἐκ παραθέσεως σχήματι περιβολὴν ἐργαζόμενος, ἀντὶ μὲν γὰρ τοῦ φρουρεῖν τὰς ἄλλων ἀκροπόλεις τῆς αὐτῶν ἐπεῖδον τοὺς πολεμίους κυρίους γενομένους, ἀντὶ δὲ τοῦ παῖδας ὁμήρους λαμβάνειν τοὺς ἑαυτῶν
φησιν ἐπιδεῖν ἀναξίως τρεφομένους, ἀντὶ δὲ τοῦ γεωργεῖν τὰς χώρας τὰς ἀλλοτρίας πολλῶν ἐτῶν οὐδὲ ἰδεῖν αὐτοῖς ἐξεγένετο τὴν ἑαυτῶν.περιβολὴν δὲ καὶ αἱ συμπληρώσεις ἐργάζονται ἐν τῷ κατὰ Κόνωνος, ὅτι μὲν τοίνυν οὐ μετρίας τινὰς καὶ φαύλας λαβὼν πληγάς, καὶ τὸ ἀντικείμενον τῷ οὐ φαύλας λαβὼν πληγάς, ἀλλὰ ἐπανελθὼν διὰ τὴν ὕβριν καὶ τὴν ἀσέλγειαν τὴν τούτων, ἐπάγει τί παθὼν πεποίηκεν, πολλῷ τῆς προσηκούσης ἐλάττω δίκην εἴληχα, νῦν τὸ συλληπτικὸν εἰς ἐπίτασιν ὁμολογούμενον, πολλαχόθεν νομίζω δῆλον ὑμῖν γεγενῆσθαι. ὡς δὲ ἤδη παρακολουθοῦντί σοι τὰ καθʼ ἕκαστον θεωρήματα τῆς περιβολῆς παρέδειξα, ἐφʼ ὧν γέγονεν ἡ συμπλήρωσις, ἐπεὶ τό γε αὐτὴν θεῖναι τὴν συμπλήρωσιν τοιοῦτον ἦν, ὅτι μὲν τοίνυν οὐ μετρίας καὶ φαύλας τινὰς λαβὼν πληγάς, ἀλλʼ ἐπανελθὼν διὰ τὴν ὕβριν καὶ τὴν ἀσέλγειαν τὴν τούτων πολλῷ τῆς προσηκούσης ἐλάττω δίκην εἴληχα, νομίζω δῆλον ὑμῖν γεγενῆσθαι. εἰσὶ δὲ καὶ ἄλλαι συμπληρώσεις θαυμαστὴν περιβολὴν ἐργαζόμεναι, ἅμα τε τὸ προειρημένον συμπληροῦσαι καὶ ἀπαρτίζουσαι καὶ μετάβασιν ἐπὶ τὸ ἑξῆς εἰσαγόμενον παρέχουσαι, ὡς ἐν τῷ ὑπὲρ τοῦ στεφάνου, ἃ μὲν τοίνυν ἐγὼ παρεσχόμην εἰς τὸ δικαιοῦν τοιαῦτα γράφειν περὶ ἐμοῦ πρὸς πολλοῖς ἄλλοις ταῦτα καὶ παραπλήσια τούτοις ἐστί, μέχρις ἐνταῦθα ἡ συμπλήρωσις, εἶτα ἡ ἐπαγγελία τοῦ ἐφεξῆς, ἃ δὲ πάντες ὑμεῖς ἴστε, ταῦτʼ ἤδη λέξω.
καὶ τὸ πλαγιάζειν τὰ νοήματα μάλιστα περιβολῆς ἐστιν, ὥστε καὶ ἐν ταῖς ἀφηγήσεσιν, εἰ πλαγιασθείη τὰ νοήματα, θαυμαστὴν περιβολὴν ἐργάζεται, ὡς ὁ Δημοσθένης ἐν τῷ κατʼ Αἰσχίνου, καὶ ἔχων
Ἴσχανδρον τὸν Νεοπτολέμου δευτεραγωνιστήν, οὐκ ὤρθωσεν εἰπών, προσῄει τῇ βουλῇ, ἀλλὰ πάλιν ἐπλαγίασε καὶ προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ περὶ τούτων. καὶ ἄλλο πεπλαγιασμένον καὶ πείσας ὑμᾶς πανταχοῦ πρέσβεις περὶ τούτων πέμψαι, καὶ ἄλλο τοῦ αὐτοῦ τρόπου, καὶ ἀπαγγέλλων, καὶ ἕτερον ἐπὶ τούτων, καὶ διεξιὼν ἡλίκα τὴν Ἑλλάδα πᾶσαν ἀδικοῦσιν, οὐ τὰς ἰδίας μόνον πατρίδας οἱ δωροδοκοῦντες καὶ χρήματα λαμβάνοντες παρὰ Φιλίππου. πῶς δὲ ὁ Αἰσχίνης; Ἀμύντου μὲν γὰρ νεωστὶ τετελευτηκότος, καὶ ἄλλος πλαγιασμός, καὶ Ἀλεξάνδρου τοῦ πρεσβυτέρου τῶν ἀδελφῶν, Περδίκκου δὲ καὶ Φιλίππου παίδων ὄντων. καὶ ἄλλος πλαγιασμός, Παυσανίου δὲ ἐπὶ τὴν ἀρχὴν αὐτῶν κατιόντος φυγάδος μὲν ὄντος, τῷ καιρῷ δὲ ἰσχύοντος, καὶ πάλιν ἄλλος ἐπʼ ἄλλῳ πλαγιασμῷ, πολλῶν δὲ αὐτῷ συμπραττόντων, ἔχοντος δὲ Ἑλληνικὴν δύναμιν, εἰληφότος δὲ Ἀνθεμοῦντα καὶ Θέρμαν, Μακεδόνων δὲ οὐχ ὁμονοούντων, ἀλλὰ τῶν πλείστων τὰ Παυσανίου φρονούντων, ἐπὶ τῶν καιρῶν τούτων, ὤρθωσε δὲ καὶ ἀνέπαυσεν ἡμᾶς ἐχειροτόνησαν Ἀθηναῖοι στρατηγὸν Ἰφικράτην.κατὰ δὲ τὴν ἀπαγγελίαν γίνεται περιβολὴ οὕτως, ὅταν τις τοῖς ἰσοδυναμοῦσι χρῆται. χρὴ δὲ εἰδέναι ὅτι τῶν ἰσοδυναμούντων τὰ μὲν κατὰ τὸ ἀκόλουθον παρατίθεται, τὰ δὲ κατὰ τὸ ἐναντίον τοῦ ἀκολούθου. τὰ μὲν κατὰ τὸ ἀκόλουθον, ὅπου λέγει ἔρρωσαι καὶ σαυτῷ πιστεύεις, καὶ πάλιν τὴν μὲν ἀσέλγειαν καὶ τὴν ὕβριν, καὶ πάλιν τὸν πλοῦτον καὶ τὴν περιουσίαν, ἢ τοὺς ἑταίρους καὶ φίλους. τὰ
δὲ κατὰ τὸ ἐναντίον τοῦ ἀκολούθου ἰσοδυναμοῦντα πάλιν ταῦτα ἀμελούμενα ἰδὼν καὶ οὐδεμιᾶς βοηθείας τυγχάνοντα. ἰσοδυναμοῦν δὲ κἀκεῖνο πάντας ὑμᾶς καὶ ὅλον τὸν δῆμον.εἰδέναι δὲ χρὴ ὅτι καὶ τοῦτο οὐδενὸς ἔλαττον τὸ θεώρημά ἐστιν, ὅτι ἡ σεμνότης καὶ ἡ περιβολὴ κοινωνοῦσι κατὰ πάντα· καθʼ ὅσα γὰρ καὶ συνίσταται, κοινωνοῦσιν ἀλλήλαις, καὶ δεῖ οὕτω διανοεῖσθαι περὶ αὐτῶν.