Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
περιβολὴν δὲ ποιεῖς καὶ ὅταν εἰσάγων τι παρʼ αὑτοῦ, οἷον Κόνων ὑμᾶς τοσαῦτα εὐεργέτησε, μὴ εὐθὺς εἴπῃς τί ἐποίησεν, ἀλλὰ προλαβὼν ἐκ τίνων τίνα ἐποίησε, πῶς ἐχόντων ἐποίησεν, ὡς ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εὐεργέτημα κατεναυμάχησεν, ὁ δὲ πρὶν τοῦτο εἰπεῖν προλαβὼν προσηγάγετο, καὶ πῶς ἐχόντων τί ἐποίησεν μετὰ τὴν τοῦ δήμου κάθοδον, τὴν ἐκ Πειραιῶς, ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης καὶ ναῦν οὐδεμίαν κεκτημένης, στρατηγῶν βασιλεῖ, παρʼ ἡμῶν οὐδʼ ἡντιναοῦν ἀφορμὴν λαβών, νῦν τὸ γενόμενον ὑπʼ αὐτοῦ κατεναυμάχησε Λακεδαιμονίους.
κατὰ δὲ σχῆμα περιβολὴ γίνεται οὕτω. τὸ καθʼ ὑπόθεσιν σχῆμα μάλιστα περιβολὴν ἐργάζεται, καὶ ὅταν τις ὑποστάσεσι χρῆται. ὅ τι δέ εἰσιν ἐν τῷ λόγῳ αἱ ὑποστάσεις καὶ ὅσον δύνανται, ἐπὶ παραδειγμάτων γνώσῃ, ὥσπερ ἐν τῷ κατὰ Κόνωνος εὐθὺς ἐν ἀρχῇ ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος τούτου γε, καὶ τὸ μὲν ἁπλοῦν ἦν οὕτως εἰπεῖν, πολλὰ καὶ δεινὰ ἢ καὶ διάφορα πράγματα, ὧν οὐδὲν γέγονε δεινότερον, ὁ δὲ διὰ τῆς ὑποστάσεως περιβολὴν εἰργάσατο τοιαῦτα ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφευξεῖσθαί με. διαφέρει δέ τι καὶ τὸ ἴδιον τῆς ὑποστάσεως· τούτῳ γὰρ πάνυ πρόσεχε, ὅτι εἰ μὲν ἁπλῶς εἶπεν, ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος πολλὰ καὶ
δεινά, ἀπήρτιστο ἂν τὸ νόημα καὶ οὐδενὸς προσέδει καὶ ἔδει μεταβῆναι, τὸ δὲ τῇ ὑποστάσει ἀναρτῆσαι ἐν τῷ εἰπεῖν καὶ παθὼν τοιαῦτα ἀκόλουθον ἔσχε τὸ ἐπαγαγεῖν ποδαπά, ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφεύξεσθαί με. ἡ ὑπόστασις οὖν τοῦτο δύναται, πολλὰ ἐξ ἑνὸς ποιῆσαι τὸ ὄνομα καὶ περιβολὴν ἐργάσασθαι. καὶ πάλιν ἐν τῷ κατὰ Κόνωνος προϊὼν λέγει καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον, τελευτῶντες δὲ καὶ πληγὰς ἐνέτεινάν μοι. καὶ τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, καὶ κραυγὴν πολλὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν, ἀλλʼ ἀπήρτιστο ἂν τὸ νόημα καὶ ὅμοιον ἦν ἐρριμμένῳ, νῦν δὲ ἡ ὑπόστασις τὴν περιβολὴν εἰργάσατο, καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν· ἀκολουθεῖ γὰρ τῇ κατὰ τὴν ὑπόστασιν ἀναρτήσει πάντως ἄλλο ἐπαχθῆναι νόημα, [τοσαύτην κραυγὴν ἐποίησαν] ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν. καὶ ἄλλη ὑπόστασις ἐν τῷ λόγῳ, τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, κακῶς με διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ἡ δὲ περιβολὴ ἐκ τῆς ὑποστάσεως οὕτω διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι.περιβολῆς δὲ σχῆμα καὶ τὸ κατὰ τὴν ἀπαρίθμησιν. παράδειγμα δὲ τούτου ἐν τῷ τῆς παραπρεσβείας, ὅπου λέγει τίνων οὖν χρὴ παρὰ πρεσβευτοῦ λόγον λαβεῖν; καὶ τὸ μὲν ἁπλοῦν ἦν οὕτως εἰπεῖν, ὧν ἀπήγγειλεν, ὧν ἔπεισε, τὸ δὲ τῆς περιβολῆς ἐν τῇ ἀπαριθμήσει πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δὲ ὧν ἔπεισε, τρίτον δὲ ὧν προσετάξατʼ αὐτῷ. καὶ πάλιν ἑτέρωθι τοῦ χάριν δὴ
ταῦτα διεξῆλθον; πρώτου μέν, ἵνα γνῶτε καὶ μάθητε, δευτέρου δὲ οὐδὲν ἐλάττονος τούτου.καὶ παραλείψεις περιβολὴν ποιοῦσιν, ὡς ἐν τῷ κατὰ Μειδίου, ὅσα μὲν οὖν ἢ τοὺς χορευτάς, ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας, ἠνώχλησεν, ἢ προβαλλόμενος ἑαυτὸν εἰς Διονύσια χειροτονεῖν ἐπιμελητήν, καὶ τὰ ἄλλα πάντα ὅσα τοιαῦτα ἐάσω, καὶ πάλιν ὅτι μὲν γραφὴν λειποταξίου κατεσκεύασε κατʼ ἐμοῦ καὶ τὸν τοῦτο ποιήσαντα ἐμισθώσατο, τὸν μιαρὸν καὶ λίαν εὐχερῆ, τὸν κονιορτὸν Εὐκτήμονα, ἐάσω. χρὴ δὲ εἰδέναι ὅτι αἱ μὲν ἀόριστοί εἰσιν παραλείψεις, αἱ δὲ κατʼ εἶδος. ἀόριστοι μὲν αἱ τοιαῦται, πάντα μὲν οὔτʼ ἂν ἔγωγε δυναίμην πρὸς ὑμᾶς εἰπεῖν οὔτʼ ἂν ὑμεῖς βούλοισθε ἀκούειν, ὅσα ἔλαβε παρʼ ἀμφοτέρων δῶρα, μάλιστα δὲ τὸ γένος ποιεῖ. περιβολὴν μὲν οὖν ποιοῦσιν αἱ τοιαῦται ἐν τῷ ἀορίστῳ, αἱ δὲ κατʼ εἶδος παραλείψεις, οἷον Ὄλυνθον μὲν δὴ καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ. καὶ αἱ μὲν κατʼ ἀρχὰς γίνονται παραλείψεις, ὥσπερ αὕτη Ὄλυνθον μὲν δὴ καὶ Ἀπολλωνίαν, αἱ δὲ ἐπὶ τέλει, ὡς ἐν οἷς λέγει τὰς δὲ ἐπʼ Ἰλλυριοὺς καὶ Παίονας αὐτοῦ καὶ ὅποι τις ἂν εἴποι παραλείπω στρατείας. τῶν δὲ ἐπὶ τέλει καὶ αὕτη ἡ παράλειψις περιβολὴν ἔχουσα, πολλὰ δὲ ἔχων καὶ ἄλλα ἐπιδεῖξαι, ἃ τούτοις ἐστὶ πεπραγμένα, καὶ εἰσὶν ἐψευσμένοι, ἡδέως μὲν ἂν ὑμῖν λέγοιμι ἐπειδὴ δὲ ἔξω τοῦ πράγματος ὑπολαμβάνετʼ εἶναι, ἐάσω. αὐξήσεις δὲ περιβολήν, ἐὰν μὴ ψιλὰς τὰς παραλείψεις λέγῃς, ἀλλὰ καὶ τὰς αἰτιολογίας αὐτῶν προστιθῇς, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὃν μὲν οὖν τρόπον ὑμᾶς ἔχων πρὸς
Πελοποννησίους ἅπαντας παρετάξατο ἐν Θήβαις, καὶ ὡς Γοργώπαν ἀπέκτεινεν ἐν Αἰγίνῃ, καὶ ὅσα ἐν Κύπρῳ ἐποίησε, καὶ μετὰ ταῦτα ἐν Αἰγύπτῳ, καὶ ὅτι πᾶσαν ἐπελθὼν ὀλίγου χώραν, οὐδαμοῦ τὸ τῆς πόλεως ὄνομα οὐδʼ αὑτὸν κατῄσχυνε, καὶ ἡ αἰτιολογία, διʼ ἣν παραλείπει, ὅτι ἀδύνατον κατὰ τὴν ἀξίαν εἰπεῖν, πολλή τε αἰσχύνη λέγοντος ἐμοῦ ταῦτα ἐλάττω φανῆναι τῆς παρʼ ἑκάστῳ περὶ αὐτοῦ δόξης ὑπαρχούσης.μάλιστα δὲ περιβολὴν καὶ οἱ μερισμοὶ ἐργάζονται, ὅταν τὰ νοήματα μὴ καθʼ ἓν εἰσάγῃς, ἀλλὰ μερίζων ἀντιτιθῇς, ὥσπερ ἐν Φιλιππικοῖς, εἰ δʼ ὁ μὲν ὡς ἀεί τι μεῖζον τῶν ὑπαρχόντων δεῖ πράττειν ἐγνωκὼς ἔσται, ὑμεῖς δὲ ὡς οὐδενὸς ἀντιληπτέον τῶν πραγμάτων. τοῦτο μὲν οὖν εἰς πρόσωπα ἔστι μερίσαι τὸ νόημα, ἕτερον δὲ μερισθὲν εἰς πρόσωπον καὶ τόπον, οὐκοῦν ὑμῶν μὲν μὴ δυναμένων ἐνθένδε ἀναπλεῦσαι, ἐκεῖ δὲ μηδεμιᾶς οὔσης ἑτοίμου βοηθείας. πάνυ δὲ ὁ Ἰσοκράτης χαίρει τούτῳ τῷ τρόπῳ τῶν μερισμῶν περιβολὴν ἐργαζόμενος, παραδείγματος δὲ ἕνεκα ἓν ἢ δύο ἐκ τοῦ περὶ τῆς εἰρήνης Ἰσοκράτους, εἰς τοῦτο γὰρ κατέστημεν, καὶ ὁ μερισμός, τῶν μὲν οἰκείων ἀμελείας, τῶν δὲ ἀλλοτρίων ἐπιθυμίας, εἶτα λέγων τὰ ἐκ τούτων αὐτοῖς ἀποβάντα ἄτοπα μερίζει, τοὺς μὲν τάφους τοὺς δημοσίους τῶν πολιτῶν ἐνέπλησαν, τὰς δὲ φρατρίας καὶ τὰ ληξιαρχικὰ γραμματεῖα ξένων. εἶτα πάλιν ἐξαριθμούμενος τὰ τοῖς Λακεδαιμονίοις ἀπὸ τῆς ἀρχῆς τῆς κατὰ θάλατταν συμβάντα λέγει, ἐνέπλησεν αὐτοὺς ἡ θάλαττα τοὺς μὲν ἰδιώτας ἀδικίας, ἀνομίας, ῥᾳθυμίας, φιλοχρηματίας, τὸ δὲ κοινὸν τῆς πόλεως οὐχ ἁπλῶς
ἀντέθηκε τοῦδε καὶ τοῦδε, ἀλλὰ πάλιν ἐπεμέριζε, τὸ δὲ κοινὸν τῆς πόλεως τῶν μὲν ὑπεροψίας, ἐπιθυμίας δὲ τῶν ἀλλοτρίων. ἀλλὰ καὶ οἱ ἐπιμερισμοὶ περιβολὴν ἐργάζεσθαι δύνανται, οἷον οὐ μόνον τόδʼ ἐποίησας, ἀλλὰ καὶ τόδε, μὴ μόνον πόλεων καὶ τόπων, ὧν ἦμέν ποτε κύριοι, φαίνεσθαι προϊεμένους, ἀλλὰ καὶ τῶν ὑπὸ τῆς τύχης παρασκευασθέντων συμμάχων τε καὶ καιρῶν. καὶ ἐν τῷ πρὸς Λεπτίνην, οὐ τοίνυν μὴ Λεύκων ἀδικηθῇ μόνον δεῖ σκοπεῖν, ἀλλὰ καὶ εἴ τις ἄλλος, ἔστι δὲ τὸ κατὰ τὸν Ἐπικέρδην εἰσαγόμενον. καὶ πάλιν, οὐ τοίνυν μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ἰδίᾳ γνόντας εὖ ποιεῖν ὑμᾶς καὶ παρασχόντας χρησίμους ἑαυτοὺς ἄξιόν ἐστιν εὐλαβηθῆναι ἀδικῆσαι, ἀλλὰ καὶ πολλούς, οἳ πόλεις ὅλας, τὰς ἑαυτῶν πατρίδας, συμμάχους ἡμῖν ἐπὶ τοῦ πρὸς Λακεδαιμονίους πολέμου παρέσχον, καὶ πάλιν οὐ τοίνυν μόνον ὁ Κόνων ὑφʼ ἡμῶν τότʼ ἐτιμήθη πράξας ἃ διεξῆλθον ἐγώ, ἀλλὰ καὶ ὑπʼ ἄλλων πολλῶν.