Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
μάλιστα δὲ περιβολὴν καὶ οἱ μερισμοὶ ἐργάζονται, ὅταν τὰ νοήματα μὴ καθʼ ἓν εἰσάγῃς, ἀλλὰ μερίζων ἀντιτιθῇς, ὥσπερ ἐν Φιλιππικοῖς, εἰ δʼ ὁ μὲν ὡς ἀεί τι μεῖζον τῶν ὑπαρχόντων δεῖ πράττειν ἐγνωκὼς ἔσται, ὑμεῖς δὲ ὡς οὐδενὸς ἀντιληπτέον τῶν πραγμάτων. τοῦτο μὲν οὖν εἰς πρόσωπα ἔστι μερίσαι τὸ νόημα, ἕτερον δὲ μερισθὲν εἰς πρόσωπον καὶ τόπον, οὐκοῦν ὑμῶν μὲν μὴ δυναμένων ἐνθένδε ἀναπλεῦσαι, ἐκεῖ δὲ μηδεμιᾶς οὔσης ἑτοίμου βοηθείας. πάνυ δὲ ὁ Ἰσοκράτης χαίρει τούτῳ τῷ τρόπῳ τῶν μερισμῶν περιβολὴν ἐργαζόμενος, παραδείγματος δὲ ἕνεκα ἓν ἢ δύο ἐκ τοῦ περὶ τῆς εἰρήνης Ἰσοκράτους, εἰς τοῦτο γὰρ κατέστημεν, καὶ ὁ μερισμός, τῶν μὲν οἰκείων ἀμελείας, τῶν δὲ ἀλλοτρίων ἐπιθυμίας, εἶτα λέγων τὰ ἐκ τούτων αὐτοῖς ἀποβάντα ἄτοπα μερίζει, τοὺς μὲν τάφους τοὺς δημοσίους τῶν πολιτῶν ἐνέπλησαν, τὰς δὲ φρατρίας καὶ τὰ ληξιαρχικὰ γραμματεῖα ξένων. εἶτα πάλιν ἐξαριθμούμενος τὰ τοῖς Λακεδαιμονίοις ἀπὸ τῆς ἀρχῆς τῆς κατὰ θάλατταν συμβάντα λέγει, ἐνέπλησεν αὐτοὺς ἡ θάλαττα τοὺς μὲν ἰδιώτας ἀδικίας, ἀνομίας, ῥᾳθυμίας, φιλοχρηματίας, τὸ δὲ κοινὸν τῆς πόλεως οὐχ ἁπλῶς
ἀντέθηκε τοῦδε καὶ τοῦδε, ἀλλὰ πάλιν ἐπεμέριζε, τὸ δὲ κοινὸν τῆς πόλεως τῶν μὲν ὑπεροψίας, ἐπιθυμίας δὲ τῶν ἀλλοτρίων. ἀλλὰ καὶ οἱ ἐπιμερισμοὶ περιβολὴν ἐργάζεσθαι δύνανται, οἷον οὐ μόνον τόδʼ ἐποίησας, ἀλλὰ καὶ τόδε, μὴ μόνον πόλεων καὶ τόπων, ὧν ἦμέν ποτε κύριοι, φαίνεσθαι προϊεμένους, ἀλλὰ καὶ τῶν ὑπὸ τῆς τύχης παρασκευασθέντων συμμάχων τε καὶ καιρῶν. καὶ ἐν τῷ πρὸς Λεπτίνην, οὐ τοίνυν μὴ Λεύκων ἀδικηθῇ μόνον δεῖ σκοπεῖν, ἀλλὰ καὶ εἴ τις ἄλλος, ἔστι δὲ τὸ κατὰ τὸν Ἐπικέρδην εἰσαγόμενον. καὶ πάλιν, οὐ τοίνυν μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ἰδίᾳ γνόντας εὖ ποιεῖν ὑμᾶς καὶ παρασχόντας χρησίμους ἑαυτοὺς ἄξιόν ἐστιν εὐλαβηθῆναι ἀδικῆσαι, ἀλλὰ καὶ πολλούς, οἳ πόλεις ὅλας, τὰς ἑαυτῶν πατρίδας, συμμάχους ἡμῖν ἐπὶ τοῦ πρὸς Λακεδαιμονίους πολέμου παρέσχον, καὶ πάλιν οὐ τοίνυν μόνον ὁ Κόνων ὑφʼ ἡμῶν τότʼ ἐτιμήθη πράξας ἃ διεξῆλθον ἐγώ, ἀλλὰ καὶ ὑπʼ ἄλλων πολλῶν.περιβολὴν δὲ ἔχει καὶ τὸ ἐκ παραθέσεως εἰσάγειν τὰ νοήματα, ὅταν μὴ ἁπλῶς εἴπῃ τόδε ἐγένετο καὶ τόδε, ἀλλʼ ἀντὶ μὲν τοῦ τόδε γενέσθαι τόδε ἐγένετο, ἀντὶ δὲ τοῦ τόδε τόδε, ὡς ὁ Δημοσθένης ἐν τῷ τῆς παραπρεσβείας, ἀντὶ μὲν γὰρ τοῦ Θεσπιὰς καὶ Πλαταιὰς ἰδεῖν οἰκιζομένας Ὀρχομενὸν καὶ Κορώνειαν ἠκούσατε ἐξηνδραποδισμένας. καὶ Ἰσοκράτης δὲ χαίρει τῷ ἐκ παραθέσεως σχήματι περιβολὴν ἐργαζόμενος, ἀντὶ μὲν γὰρ τοῦ φρουρεῖν τὰς ἄλλων ἀκροπόλεις τῆς αὐτῶν ἐπεῖδον τοὺς πολεμίους κυρίους γενομένους, ἀντὶ δὲ τοῦ παῖδας ὁμήρους λαμβάνειν τοὺς ἑαυτῶν
φησιν ἐπιδεῖν ἀναξίως τρεφομένους, ἀντὶ δὲ τοῦ γεωργεῖν τὰς χώρας τὰς ἀλλοτρίας πολλῶν ἐτῶν οὐδὲ ἰδεῖν αὐτοῖς ἐξεγένετο τὴν ἑαυτῶν.