Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
περιβολῆς δὲ σχῆμα καὶ τὸ κατὰ τὴν ἀπαρίθμησιν. παράδειγμα δὲ τούτου ἐν τῷ τῆς παραπρεσβείας, ὅπου λέγει τίνων οὖν χρὴ παρὰ πρεσβευτοῦ λόγον λαβεῖν; καὶ τὸ μὲν ἁπλοῦν ἦν οὕτως εἰπεῖν, ὧν ἀπήγγειλεν, ὧν ἔπεισε, τὸ δὲ τῆς περιβολῆς ἐν τῇ ἀπαριθμήσει πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δὲ ὧν ἔπεισε, τρίτον δὲ ὧν προσετάξατʼ αὐτῷ. καὶ πάλιν ἑτέρωθι τοῦ χάριν δὴ
ταῦτα διεξῆλθον; πρώτου μέν, ἵνα γνῶτε καὶ μάθητε, δευτέρου δὲ οὐδὲν ἐλάττονος τούτου.καὶ παραλείψεις περιβολὴν ποιοῦσιν, ὡς ἐν τῷ κατὰ Μειδίου, ὅσα μὲν οὖν ἢ τοὺς χορευτάς, ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας, ἠνώχλησεν, ἢ προβαλλόμενος ἑαυτὸν εἰς Διονύσια χειροτονεῖν ἐπιμελητήν, καὶ τὰ ἄλλα πάντα ὅσα τοιαῦτα ἐάσω, καὶ πάλιν ὅτι μὲν γραφὴν λειποταξίου κατεσκεύασε κατʼ ἐμοῦ καὶ τὸν τοῦτο ποιήσαντα ἐμισθώσατο, τὸν μιαρὸν καὶ λίαν εὐχερῆ, τὸν κονιορτὸν Εὐκτήμονα, ἐάσω. χρὴ δὲ εἰδέναι ὅτι αἱ μὲν ἀόριστοί εἰσιν παραλείψεις, αἱ δὲ κατʼ εἶδος. ἀόριστοι μὲν αἱ τοιαῦται, πάντα μὲν οὔτʼ ἂν ἔγωγε δυναίμην πρὸς ὑμᾶς εἰπεῖν οὔτʼ ἂν ὑμεῖς βούλοισθε ἀκούειν, ὅσα ἔλαβε παρʼ ἀμφοτέρων δῶρα, μάλιστα δὲ τὸ γένος ποιεῖ. περιβολὴν μὲν οὖν ποιοῦσιν αἱ τοιαῦται ἐν τῷ ἀορίστῳ, αἱ δὲ κατʼ εἶδος παραλείψεις, οἷον Ὄλυνθον μὲν δὴ καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ. καὶ αἱ μὲν κατʼ ἀρχὰς γίνονται παραλείψεις, ὥσπερ αὕτη Ὄλυνθον μὲν δὴ καὶ Ἀπολλωνίαν, αἱ δὲ ἐπὶ τέλει, ὡς ἐν οἷς λέγει τὰς δὲ ἐπʼ Ἰλλυριοὺς καὶ Παίονας αὐτοῦ καὶ ὅποι τις ἂν εἴποι παραλείπω στρατείας. τῶν δὲ ἐπὶ τέλει καὶ αὕτη ἡ παράλειψις περιβολὴν ἔχουσα, πολλὰ δὲ ἔχων καὶ ἄλλα ἐπιδεῖξαι, ἃ τούτοις ἐστὶ πεπραγμένα, καὶ εἰσὶν ἐψευσμένοι, ἡδέως μὲν ἂν ὑμῖν λέγοιμι ἐπειδὴ δὲ ἔξω τοῦ πράγματος ὑπολαμβάνετʼ εἶναι, ἐάσω. αὐξήσεις δὲ περιβολήν, ἐὰν μὴ ψιλὰς τὰς παραλείψεις λέγῃς, ἀλλὰ καὶ τὰς αἰτιολογίας αὐτῶν προστιθῇς, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὃν μὲν οὖν τρόπον ὑμᾶς ἔχων πρὸς
Πελοποννησίους ἅπαντας παρετάξατο ἐν Θήβαις, καὶ ὡς Γοργώπαν ἀπέκτεινεν ἐν Αἰγίνῃ, καὶ ὅσα ἐν Κύπρῳ ἐποίησε, καὶ μετὰ ταῦτα ἐν Αἰγύπτῳ, καὶ ὅτι πᾶσαν ἐπελθὼν ὀλίγου χώραν, οὐδαμοῦ τὸ τῆς πόλεως ὄνομα οὐδʼ αὑτὸν κατῄσχυνε, καὶ ἡ αἰτιολογία, διʼ ἣν παραλείπει, ὅτι ἀδύνατον κατὰ τὴν ἀξίαν εἰπεῖν, πολλή τε αἰσχύνη λέγοντος ἐμοῦ ταῦτα ἐλάττω φανῆναι τῆς παρʼ ἑκάστῳ περὶ αὐτοῦ δόξης ὑπαρχούσης.