Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
τῆς δὲ ἐγκωμιαστικῆς, ἐπειδὴ καὶ ἔξω
ζητημάτων ἐστίν, αἱ ὑποθέσεις εἰσὶν ἢ ἀπὸ προσώπων, ἢ ἀπὸ πραγμάτων, ἀφʼ ὧν καὶ οἱ ἔπαινοι καὶ τὰ ἐγκώμια καὶ οἱ ὕμνοι καὶ τὰ ἀντικείμενα τούτοις, οἱ ψόγοι. τῶν τοίνυν ἐπαινετικῶν τὸ μέν τι ἔπαινος καλεῖται, τὸ δὲ ὕμνος, τὸ δὲ ἐγκώμιον· ὕμνος μὲν εἰς θεοὺς μηδὲν ἔχων ἐναντίον, ἔπαινος δὲ τὸ ἐπὶ μικροῖς γινόμενον, οἷον τὸ εὖ καὶ καλῶς· καὶ γὰρ ταῦτα ἐπαινετικά ἐστι, καὶ πάλιν ὁ μὲν ἀγαθός, ὁ δὲ ἀνδρεῖος, ὁ δὲ δίκαιος· τὸ δὲ ἐγκώμιον ἐπὶ μεῖζον ἐξαίρει, διόπερ κατὰ διέξοδον γίνονται. λαμβάνονται δὲ οἱ ἔπαινοι κατὰ τρόπους τέσσαρας, αὐξήσει, παραλείψει, παραβολῇ, εὐφημίᾳ. αὐξήσει μὲν οὖν, οἷον εἴ τις θέλοι τὰ τοῦ μύρμηκος ἔργα ἐπαινῶν λέγειν ὅτι οἰκονομικώτατός ἐστι περὶ τὴν τῶν καρπῶν συγκομιδὴν καὶ περὶ τὴν τούτων ἀπόθεσιν, οὐ μὴν ἀλλὰ καὶ ἀγαθὸς προϊδέσθαι τὰς ὥρας τῶν θεῶν καὶ φρονιμώτατος πρὸς τοὺς καιροὺς παρασκευάζεσθαι, καὶ ὅσα ἄν τις εὕροι μύρμηκα αὐξῶν. παραλείψει δὲ ὅταν τὰ προσόντα δυσχερῆ τοῖς ἐγκωμιαζομένοις καὶ ἅπερ ἄν τις εἴποι ψέγων, παραλείποντες μόνα ἐξαγγέλλωμεν τὰ ἐπαίνου ἄξια, οἷον εἰ τὸν Ἀλέξανδρον ἐπαινοῦντες τὰς μὲν λοιπὰς πράξεις αὐτοῦ ἐξηγοίμεθα, ὡς διέβη τὸν Γράνικον, ὡς μέχρι Κιλικίας προῆλθεν, ὡς τὰ μέχρι τοῦ Ὠκεανοῦ πάντα ἔθνη κατεστρέψατο, παραλείποιμεν δὲ τὴν Κλείτου ἀναίρεσιν καὶ τὴν περὶ τοὺς πότους αὐτοῦ σπουδήν, καὶ ὅτι Μηδικὴν ἐσθῆτα μετημφιάσατο, καὶ προσκυνεῖσθαι ὁμοίως τῷ Περσῶν βασιλεῖ ἠξίου, καὶ ὅσα τοιαῦτα ἦν αὐτῷ. τῇ δὲ παραβολῇ, ὅταν μείζω μὲν τὰ τοῦ ἐπαινουμένου ἀποφῆναι θέλοντες ἐκ τῶν πρὸς ἄλλα ἀποδεικνύωμεν, ὡς ὁ Δημοσθένης τὰ τοῦ Κόνωνος ἔργα τὰ περὶ τὸν τειχισμὸν μεγάλα ὑποδεῖξαι βουλόμενος τῶν Θεμιστοκλέους αὐτὰ βελτίω φησίν. εὐφημίᾳ δὲ ὅταν τὰ δυσχερῆ μὴ παραλείποντες ἐπὶ τὸ εὐφημότερον ταῦτα ἐξηγησώμεθα, οἷον εἰ τὸν Ἀλέξανδρον ἐπαινοῦντες τὴν τῆς Ἑλένης ἁρπαγὴν λέγοιμεν οὐκ ἀδίκημα οὐδὲ μοιχείαν οὐδὲ ἁμάρτημά τι περὶ τὸν Μενέλαον τὸν ξένον γενόμενον, ἀλλʼ ὡς τοῦ Διὸς ἐπεθύμησε κηδεστὴς γενέσθαι, καὶ πάλιν ἐπὶ τῆς Ἑλένης, ὡς οὐχ ἥμαρτε καταλιποῦσα τὸν ἄνδρα καὶ τὴν θυγατέρα καὶ τὸν οἶκον, ἀλλʼ ὡς ἔνδοξος γενέσθαι ἐσπούδαζε.τοῦ δὲ μὴ φορτικῶς ἐπαινεῖν, δύνασθαι δʼ ὁποσαχῶς ἂν χρεία γένηται ἐν τοῖς πολιτικοῖς ζητήμασι, τρόποι εἰσὶν οἵδε. πρῶτον μὲν ὅταν τις μὴ ὡς ἐπιβουλεύσας αὐτὸς καὶ παρεσκευασμένος, ἀλλʼ ὡς συναναγκασθεὶς [καὶ] ἐπὶ τοῦτο δοκῇ συνενεχθῆναι· δεύτερον δὲ ὅταν τις τὰ μὲν ἀποδιωθῆται, τὰ δὲ διεξίῃ· τρίτος τρόπος, ὅταν πρὶν εἰπεῖν τι συγγνώμην ἐφʼ οἷς ἂν μέλλῃ λέγειν αἰτῆται παρὰ τῶν δικαστῶν· τέταρτον ὅταν ἐν τοῖς κοινοῖς τὸν ἔπαινον ἔχῃ· πέμπτον, ὅταν καὶ αὐτοῖς τοῖς ἀκούουσι προσήκειν φάσκῃ ἀποδέχεσθαι αὐτά· ἕκτον, ὅταν καὶ τοὺς ἀντιδίκους οἷός τε ᾖ τις ἐπιδεικνύναι τὸ αὐτὸ ποιοῦντας, καὶ δεινὸν εἶναι φάσκῃ ἐκείνους μὲν ποιεῖν ὑπὲρ τῆς αὑτῶν ὠφελείας, αὐτὸν δὲ μή.