Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

τριῶν τοίνυν ὄντων εἰδῶν τοῦ λόγου καὶ τῆς περὶ ταῦτα τύχης τῶν πραγμάτων, φημὶ ἐμπίπτειν εἰς τὸ αὐτὸ ἄλλα εἴδη, ἃ δεῖ ἀναλαμβάνοντα κεραννύναι, ὥσπερ καὶ ὁ τοῦ Δημοσθένους λόγος [ἔχει οὕτως] ὁ τὴν φυλακὴν δοὺς Χαριδήμῳ τῶν τριῶν που μετέχει γενῶν· τὸ μὲν γὰρ τῶν παρανόμων μέρος ἄντικρυς ἐφʼ ἑαυτοῦ δικανικόν ἐστιν ἐλέγχον τὸν Ἀριστοκράτην ὅτι παρὰ τοὺς νόμους εἴρηκε· τὸ δὲ αὖ περὶ τοῦ συμφέροντος συμβουλευτικόν τινα ἔχει τύπον, ὡς οὐ χρὴ Κερσοβλέπτην ἐᾶν μείζω γενέσθαι· τρίτον δὲ ἐπὶ τούτοις ἐστὶ τῷ ἐγκωμιαστικῷ τρόπῳ προσῆκον, Χαριδήμου ψόγος. ταῦτα πάντα εἰς ἓν περιΐσταται τὸ δικανικὸν καὶ γέγονέ τις αὐτῶν κρᾶσις καὶ μῖξις τοιαύτη καὶ οὔτε τὸ ἕτερόν ἐστιν οἷον τὸ ἕτερον, ἀλλʼ ὅσον τὸ πρᾶγμα ἐθέλει, τοσοῦτον διαφέρει, καὶ οὐδὲν ἀπέρρωγεν ἀλλήλων τὰ εἴδη, ὡς μὴ ὁμολογούμενον αὐτὸν ἑαυτῷ τὸν ἅπαντα εἶναι λόγον.

εἰδέναι δὲ χρὴ ὅτι τῶν μὲν συμβουλευτικῶν ζητημάτων αἱ ὑποθέσεις αἵδε, τὸ δίκαιον, τὸ συμφέρον, τὸ δυνατόν, τὸ ῥᾴδιον, τὸ ἀναγκαῖον, τὸ ἀκίνδυνον, τὸ καλόν, τὸ εὐσεβές, τὸ ὅσιον, τὸ ἡδὺ καὶ τὰ ἐναντία τούτοις. συνίσταται δὲ τὸ μὲν δίκαιον νόμῳ, φύσει, ἔθει, τὸ δὲ νόμῳ δίκαιον θεωρεῖται ἐν προστάξει καὶ ἐν ἀπαγορεύσει. τὸ δὲ συμφέρον συνίσταται ἐκ τόπων τεσσάρων, οὗτοι δέ εἰσιν οἵδε, τήρησις ὧν ἔχομεν ἀγαθῶν, ἐπίκτησις ὧν οὐκ ἔχομεν ἀγαθῶν, ἀποφυγὴ τῶν περιεστώτων κακῶν, κώλυσις τῶν ἐπιφερομένων κακῶν. τὸ δὲ δυνατὸν συνίσταται ἐκ προσώπων καὶ τῶν

τούτοις προσφερομένων. τὸ δὲ ῥᾴδιον συνίσταται ἐκ τούτων, τοῦ ἐλαττόνων πόνων ἢ δαπάνης ἢ κινδύνων ἤ τινος ἄλλου τῶν τοιούτων πρὸς ἐναντίον δεῖσθαι. τὸ δὲ ἀναγκαῖον συνίσταται ἐκ τοῦ μὴ κατʼ ἔμφασιν ἄλλως πρᾶξαί τινα ἃ βούλεται ἢ ὡς ἂν ἡ ἀνάγκη προσαναγκάζῃ, ἐκ τοῦ μὴ [προσαναγκάζεσθαι] φόβους καὶ ταραχὰς καὶ λύπας καὶ τὸ ἐν ταῖς ἀνάγκαις βίαιον ἐκφυγεῖν ἄλλως πως ἢ οὕτως, ἢ ὡς ἡ ἀνάγκη προσαναγκάζει, ἐκ τοῦ ἀναγκαῖον αὐτὸ εἶναι πάντως ὁρίζεσθαι, οἷον τὸ ἀποθανεῖν. τὸ δὲ ἀκίνδυνον συνίσταται ἐκ τούτων, τοῦ μηδὲν δέος εἶναι παθεῖν μήτε ὑπὸ θεῶν μήτε ὑπὸ ἐχθρῶν μήτε ὑπὸ κρειττόνων τινῶν μήτε ὑπὸ τοῦ νόμου. τὸ δὲ καλὸν συνίσταται ὡς ὅρῳ περιλαβεῖν ἐκ τῶν ἐπαίνων τῶν ἀγαθῶν. ταῦτα δέ ἐστι τὸ εὐσεβές, αἱ τιμαί, οἱ ἔπαινοι, αἱ μνῆμαι, αἱ φιλίαι, αἱ πίστεις, τῶν προγόνων αἱ δόξαι, καὶ τὰ ὑπάρχοντα τοῖς ἔργοις, ἃ οὐ δεῖ καταισχύνειν, καὶ τὸ τηρεῖν τὰ πρέποντα ἐν τῷ βίῳ, οἷον εὐταξίαν, ἁπλότητα, ἀλήθειαν, φιλίαν· ὑπάρχοι δʼ ἂν εἰ πρὸς τούτοις συνίσταται τὸ καλὸν καὶ ἐκ τοῦ τὰ τῶν ἄλλων ἐπαινεῖν καὶ παραβάλλειν. καὶ ὅλως ὅσα κατὰ ἀρετὴν καὶ ἀρετῆς ἔργα· πάντα γὰρ ταῦτα τοῦ καλοῦ. ἀντίκειται δὲ τούτοις τὰ ἐναντία. τὸ δὲ εὐσεβὲς συνίσταται ἐκ τῆς φυσικῆς παρατηρήσεως τῶν πρὸς τοὺς θεοὺς δικαίων καὶ νομίμων. τὸ δὲ ὅσιον συνίσταται ἐκ τῆς τηρήσεως τῶν δικαίων τῶν πρὸς τὴν πατρίδα καὶ τὴν ταύτης πρόνοιαν, καὶ τοὺς γονεῖς καὶ εὐεργέτας καὶ παιδευτὰς καὶ τοὺς κατὰ γῆς. τὸ δὲ ἡδὺ συνίσταται ἐκ τῆς ἀπολαύσεως τῶν ἡδονῶν· τῶν δὲ ἡδονῶν αἱ μὲν γίνονται ἀπὸ γεύσεως, αἱ δὲ ἀπὸ ὄψεως, αἱ δὲ ἀπὸ ἀκοῆς, αἱ δὲ κατὰ διάνοιαν, ἃς μείζονας καὶ καθαρωτέρας εἶναι συμβέβηκε.