Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ὑμνεῖν, ὅθι μηλοδαΐκταν
  2. θρέψεν ἁ λευκώλενος
  3. Ἥρα περικλειτῶν ἀέθλων
  4. πρῶτον Ἡρακλεῖ βαρύφθογγον λέοντα.
  5. κεῖ[θι φοι]νικάσπιδες ἡμίθεοι
  6. πρώτιστον Ἀργείων κριτοὶ
  7. ἄθλησαν ἐπʼ Ἀρχεμόρῳ, τὸν ξανθοδερκὴς
  8. πέφνʼ ἀωτεύοντα δράκων ὑπέροπλος,
  9. σᾶμα μέλλοντος φόνου.
  10. ὦ μοῖρα πολυκρατές· οὔ νιν
  11. πεῖθʼ Ὀϊκλείδας πάλιν
  12. στείχειν ἐς εὐάνδρους ἀγυιάς.
  13. ἐλπὶς ἀνθρώπων ὑφαιρ[εῖται νόημ]α
  14. ἃ καὶ τότʼ Ἄδραστον Ταλ[αϊονίδαν
  15. [*](Column 15)
  16. πέμπεν ἐς Θήβας Πολυνείκεϊ πλα[γκτῷ] πρόξεν[ον.
  17. κείνων ἀπʼ εὐδόξων ἀγώνων