Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. οὔτις ἀνθρώπων κ[αθʼ Ἕλλα-
  2. νας ἐν ἅλικι χρόνῳ
  3. παῖς ἐὼ ν ἀνήρ τε π[λεῦ-
  4. νας ἐδέξατο νίκας.
  5. ὦ Ζεῦ κεραυνεγχές, κα[ὶ ἐπʼ ἀργυ]ροδίνα
  6. ὄχθαισιν Ἀλφειοῦ τέλεσσ[ας μεγ]αλοκλ έα ς
  7. θ εο δότους εὐχάς, περὶ κ[ρατί τʼ ὄ]πα[σσα]ς
  8. γλαυκὸν Αἰτωλίδος
  9. ἄνδημʼ ἐλαίας
  10. ἐν Πέλοπος Φρυγίου
  11. κλεινοῖς ἀέθλοις.
  1. δόξαν, ὦ χρυσαλάκατοι Χάριτες,
  2. πεισίμβροτον δοίητʼ, ἐπεὶ
  3. Μουσᾶν γε ϝιοβλεφάρων θεῖος προφάτας
  4. εὔτυκος Φλειοῦντά τε καὶ Νεμεαίου
  5. Ζηνὸς εὐθαλὲς πέδον