Epinicians
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- σῶν, ὦ πολυζήλωτε ϝάναξ ποταμῶν,
- ἐγγόνων γεύσαντο, καὶ ὑψιπύλου Τροίας ἕδος.
- στείχει διʼ εὐρείας κελεύθου
- μυρία παντᾷ φάτις
- σᾶς γενεᾶς λιπαρο-
- ζώνων θυγάτρων, ἃς θεοὶ
- σὺν τύχαις ᾤκισσαν ἀρχα-
- γοὺς ἀπορθήτων ἀγυιᾶν.
- τίς γὰρ οὐκ οἶδεν κυανοπλοκάμου
- Θήβας ἐΰδμ[ατον πόλι]ν, [*](Column 16)
- ἢ τὰν μεγαλώνυ]μον Αἴγιναν, μεγίστου
- Ζηνὸς ἃ πλαθεῖσα λέ]χει τέκεν ἥρω
- ¯ δ̣ε̣σ̣ω̣ ¯ ¯ ου·
- ὃς γ]ᾶς βασά[νοισιν Ἀχ]αιῶν
- ¯ ˘ ¯ × ¯ ˘ ¯
- ¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯
- α[˘ ¯ ¯ ¯ ˘ ε]ὔπ[ε]πλον [
- ἠ[δὲ Πειράν]αν ἑλικοστέφα[νον
- κ[ούραν, ὅ]σαι τʼ ἄλλαι θεῶν
- ε̣[ὐναῖς ἐδ]άμησαν ἀριγνώτοις π[α]λαι[οῦ