Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. Αὐτομήδει νῦν γε νικά-
  2. σαντί νιν δαίμων ἔδωκεν.
  3. πενταέθλοισιν γὰρ ἐνέπρεπεν ὡς
  4. ἄστρων διακρίνει φάη
  5. νυκτὸς διχομήνιδος εὐφεγγὴς σελάνα·
  6. τοῖος Ἑλλάνων διʼ ἀπείρονα κύκλον
  7. φαῖνε θαυμαστὸν δέμας,
  8. δισκὸν τροχοειδέα ῥίπτων,
  9. καὶ μελαμφύλλου κλάδον
  10. ἀκτ έα ς ἐς αἰπεινὰν προπέμπων
  11. αἰθέρʼ ἐκ χειρὸς βοὰν ὤτρυνε λαῶν,
  12. ἢ τελευταίας ἀμάρυγμα πάλας·
  13. τοιῷ[δʼ ὑπερθύ]μῳ σ[θένε]ι
  14. γυια[λκέα σώ]ματα [πρὸς γ]αίᾳ πελάσσας
  15. ἵκετʼ [Ἀσωπὸ]ν παρὰ πορφυροδίναν,
  16. τοῦ κ[λέος π]ᾶσαν χθόνα
  17. ἦλθε[ν καὶ] ἐπʼ ἔσχατα Νείλου·
  18. ταί τʼ ἐπʼ ε[ὐν]αεῖ πόρῳ
  19. οἰκεῦσι Θερμώδοντος, ἐγχ έω ν
  20. ἵστορες κοῦραι διωξίπποιʼ Ἄρηος,