Epinicians
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- εὐκλ έα κελεύθου γλῶσσαν οὐ[κ ἐκτὸς δίκας
- πέμπειν Ἱέρωνι· τόθεν γὰρ
- πυθμένες θάλλουσιν ἐσθλ[ῶν,
- τοὺς ὁ μεγιστοπάτωρ
- Ζεὺς ἀκινήτους ἐν εἰρήν[ᾳ φυλάσσοι.
- Λάχων Διὸς μεγίστου
- λάχε φέρτατον πόδεσσι
- κῦδος ἐπʼ Ἀλφ εοῦ προχοαῖσ[ι νικῶν,
- διʼ ὅσσα πάροιθεν
- ἀμπελοτρόφον Κέον
- ἄεισάν ποτʼ Ὀλυμπίᾳ
- πύξ τε καὶ στάδιον κρατεῦ-
- σαν] στεφάνοις ἐθείρας
- νεανίαι βρύοντες.
- σὲ δὲ νῦν ἀναξιμόλπου
- Οὐρανίας ὕμνος ἕκατι νίκ[ας