Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. τόν τʼ ἀκαμαντορόαν
  2. Ἀλφ εό ν, Πέλοπός τε βίαν,
  3. καὶ Πίσαν, ἔνθʼ ὁ κλεεννὸς
  4. ποσσὶ νικάσας δρόμῳ
  5. ἦλθ]εν Φερένικος ἐς εὐπύργους Συρακόσ-
  6. σας Ἱέρωνι φέρων
  7. εὐδ]αιμονίας πέταλον.
  8. χρὴ δʼ ἀλαθείας χάριν
  9. [*](Column 12)
  10. αἰνεῖν, φθόνον ἀμφοτέραισιν
  11. χερσὶν ἀπωσάμενον,
  12. εἴ τις εὖ πράσσοι βροτῶν.
  13. Βοιωτὸς ἀνὴρ τᾷδε φών[ησεν, γλυκειᾶν
  14. Ἡσίοδος πρόπολος
  15. Μουσᾶν, ὃν ἂν ἀθάνατοι τι[μῶσι, τούτῳ
  16. καὶ βροτῶν φήμαν ἕπ[εσθαι.
  17. πείθομαι εὐμαρέως