Epinicians
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- τάν κεν λιπαρὰν ἐθέλων θείμαν ἄκοιτιν.
- τὸν δὲ μενεπτολέμου
- ψυχὰ προσέφα Μελεά-
- γρου· λίπον χλωραύχενα
- ἐν δώμασι Δαϊάνειραν,
- νῆϊν ἔτι χρυσέας
- Κύπριδος θελξιμβρότου.
- λευκώλενε Καλλιόπα,
- στᾶσον εὐποίητον ἅρμα
- αὐτοῦ· Δία τε Κρονίδαν
- ὕμνησον Ὀλύμπιον ἀρχαγὸν θεῶν,
- τόν τʼ ἀκαμαντορόαν
- Ἀλφ εό ν, Πέλοπός τε βίαν,
- καὶ Πίσαν, ἔνθʼ ὁ κλεεννὸς
- ποσσὶ νικάσας δρόμῳ
- ἦλθ]εν Φερένικος ἐς εὐπύργους Συρακόσ-