Epinicians
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- αἰαῖ· πύματον δὲ πνέων δάκρυσα τλ[άμων
- ἀγλαὰν ἥβαν προλείπων.
- φασὶν ἀδεισιβόαν [*](Column 11)
- Ἀμφιτρύωνος παῖδα μοῦνον δὴ τότε
- τέγξαι βλέφαρον, ταλαπενθ έο ς
- πότμον οἰκτίροντα φωτός·
- καί νιν ἀμειβόμενος
- τοῖʼ ἔφα· θνατοῖσι μὴ φῦναι φέριστον,
- μηδʼ ἀελίου προσιδεῖν
- φέγγος· ἀλλʼ οὐ γάρ τίς ἐστιν
- πρᾶξις τάδε μυρομένοις,
- χρὴ κεῖνο λέγειν ὅ,τι καὶ μέλλει τελεῖν.
- ἦ ῥα τις ἐν μεγάροις
- Οἰνῆος ἀρηϊφίλου
- ἔστιν ἀδμήτα θυγάτρων,
- σοὶ φυὰν ἀλιγκία;