Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. σὺν δίκᾳ. βροτῶν δὲ μῶμος
  2. πάντεσσι μέν ἐστιν ἐπʼ ἔργοις·
  3. ἁ δʼ ἀλαθεία φιλεῖ
  4. νικᾶν, ὅ τε πανδαμάτωρ
  5. χρόνος τὸ καλῶς
  6. ἐ]ργμένον αἰὲν ἀ[έξει·
  7. δυσμενέων δὲ μα[ταία
  8. γλῶσσʼ ἀϊδ]ὴς μιν[ύθει
  9. [*]( The last v. of str. 7, and the first nine of ant. 7 are lost. )[*](Column 29)
  10. ἐλπίδι θυμὸν ἰαίνει·
  11. τᾷ καὶ ἐγὼ πίσυνο[ς
  12. φοινικοκραδέμνοισ[ι Μούσαις
  13. ὕμνων τινὰ τάνδε ν[εόπλοκον δόσιν
  14. φαίνω, ξενίαν τε [φιλά-
  15. γλαον γεραίρω,
  16. τὰν ἐμοὶ Λάμπων [παρέχων χάριν οὐ
  17. βληχρὰν ἐπαθρήσαις τ[ίει,
  18. τὰν εἴ γʼ ἐτύμως ἄρα Κλειὼ
  19. πανθαλὴς ἐμαῖς ἐνέσταξ[εν φρασίν,
  20. τερψιεπεῖς νιν ἀοιδαὶ
  21. παντὶ καρύξοντι λαῷ.