Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. καὶ μὰν φερεκυδέα ν[ᾶσον
  2. Αἰακοῦ τιμᾷ, σὺν Εὐ-
  3. κλείᾳ δὲ φιλοστεφ[άνῳ
  4. [*](Column 28)
  5. πόλιν κυβερνᾷ,
  6. Εὐνομία τε σαόφρων,
  7. ἃ θαλίας τε λέλογχεν
  8. ἄστεά τʼ εὐσεβέων
  9. ἀνδρῶν ἐν εἰρήνᾳ φυλάσσει·
  10. νίκαν τʼ ἐρικυδέα μέλπετʼ, ὦ νέοι,
  11. Πυθ έα , μελέταν τε βροτω-
  12. φελ έα Μενάνδρου,
  13. τὰν ἐπʼ Ἀλφειοῦ τε ῥοαῖς θαμὰ δὴ
  14. τίμασεν ἁ χρυσάρματος
  15. σεμνὰ μεγάθυμος Ἀθάνα,
  16. μυρίων τʼ ἤδη μίτραισιν ἀνέρων
  17. ἐστεφάνωσεν ἐθείρας
  18. ἐν πανελλάνων ἀέθλοις.
  19. εἰ μή τινα θερσιεπὴς
  20. φθόνος βιᾶται,
  21. αἰνείτω σοφὸν ἄνδρα