Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. Ζηνὶ παρισταμένα
  2. κρίνεις τέλος ἀθανάτοι-
  3. σίν τε καὶ θνατοῖς ἀρετᾶς.
  4. ἔλλαθι, [βαθυ]πλοκάμου
  5. κούρα [Στυγὸς ὀρ]θοδίκου· σέθεν δʼ ἕκατι
  6. καὶ νῦν Μεταπόντιον εὐ-
  7. γυίων [κατέχ]ουσι νέων
  8. κῶμοί τε καὶ εὐφροσύναι θ εό τιμον ἄστυ·
  9. ὑμνεῦσι δὲ Πυθιόνικον
  10. παῖδα θαητὸν Φαΐσκου.
  11. ἵλ εῳ νιν ὁ Δαλογενὴς υἱ-
  12. ὸς βαθυζώνοιο Λατοῦς
  13. δέκτο βλεφάρῳ· πολέες
  14. δʼ ἀμφʼ Ἀλεξίδαμον ἀνθ έω ν
  15. ἐν πεδίῳ στέφανοι
  16. Κίρρας ἔπεσον κρατερᾶς
  17. ἦρα παννίκοιο πάλας·
  18. οὐκ εἶδέ νιν ἀέλιος
  19. κείνῳ γε σὺν ἄματι πρὸς γαίᾳ πεσόντα.
  20. φάσω δὲ καὶ ἐν ζαθέοις