Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ἁγνοῦ Πέλοπος δαπέδοις
  2. Ἀλφ εὸ ν παρὰ καλλιρόαν, δίκας κέλευθον
  3. εἰ μή τις ἀπέτραπεν ὀρθᾶς,
  4. παγξένῳ χαίταν ἐλαίᾳ
  5. γλαυκᾷ στεφανωσάμενον
  6. πορτιτρόφ[ον ἂν πεδίον πάτ]ραν θʼ ἱκέσθαι.
  7. [οὔ τι δόλος κακόφρων]
  8. [*](Column 20)
  9. παῖδʼ ἐν χθονὶ καλλιχόρῳ
  10. ποικίλαις τέχναις πέλασσεν·
  11. ἀλλʼ ἢ θεὸς αἴτιος, ἢ
  12. γνῶμαι πολύπλαγκτοι βροτῶν
  13. ἄ]μερσαν ὑπέρτατον ἐκ χειρῶν γέρας.
  14. νῦν δʼ Ἄρτεμις ἀγροτέρα
  15. χρυσαλάκατος λιπαρὰν
  16. ἡμέ]ρα τοξόκλυτος νίκαν ἔδωκε.
  17. τᾷ ποτʼ Ἀβαντιάδας
  18. βωμὸν κατένασσε πολύλ-
  19. λιστον εὔπεπλοί τε κοῦραι·
  20. τὰς ἐξ ἐρατῶν ἐφόβησεν
  21. παγκρατὴς Ἥρα μελάθρων