Epinicians
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- δέκτο βλεφάρῳ· πολέες
- δʼ ἀμφʼ Ἀλεξίδαμον ἀνθ έω ν
- ἐν πεδίῳ στέφανοι
- Κίρρας ἔπεσον κρατερᾶς
- ἦρα παννίκοιο πάλας·
- οὐκ εἶδέ νιν ἀέλιος
- κείνῳ γε σὺν ἄματι πρὸς γαίᾳ πεσόντα.
- φάσω δὲ καὶ ἐν ζαθέοις
- ἁγνοῦ Πέλοπος δαπέδοις
- Ἀλφ εὸ ν παρὰ καλλιρόαν, δίκας κέλευθον
- εἰ μή τις ἀπέτραπεν ὀρθᾶς,
- παγξένῳ χαίταν ἐλαίᾳ
- γλαυκᾷ στεφανωσάμενον
- πορτιτρόφ[ον ἂν πεδίον πάτ]ραν θʼ ἱκέσθαι.
- [οὔ τι δόλος κακόφρων] [*](Column 20)
- παῖδʼ ἐν χθονὶ καλλιχόρῳ