Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ὁ Ἑρκύνιος δρυμὸς πυκνότερός τέ ἐστι καὶ μεγαλόδενδρος ἐν χωρίοις ἐρυμνοῖς κύκλον περιλαμβάνων μέγαν. Ἐν μέσῳ δέ ἵδρυται χώρα καλῶς οἰκεῖσθαι δυναμένη. Ἔστι δὲ πλησίον αὐτῆς ἢ τε τοῦ Ἴστρου πηγὴ καὶ ἡ τοῦ Ῥήνου καὶ ἡ μεταξὺ ἀμφοῖν λίμνη καὶ τὰ ἕλη τὰ ἐκ τοῦ Ῥήνου διαχεόμενα. Ἔχει δʼ ἦ λίμνη τὴν περίμετρον στάδια γ. Νοτιωτέρα δ᾿ ἐστὶ τῶν τοῦ Ἴστρου πηγῶν καὶ αὕτη καὶ ὁ Ἑρκύνιος δρυμὸς, ὥστε ἀνάγκη τὸν ἀπὸ τῆς Κελτικῆς ἐπὶ τὸν Ἑρκύνιον δρυμὸν ἰόντα πρῶτον μὲν διαπερᾶσαι τὴν λίμνην, ἔπειτα τὸν Ἴστρον, εἶτ᾿ ἤδη δι᾿ εὐπετεστέρων χωρίων ἐπὶ τὸν δρυμὸν ἐλθεῖν δι᾿ ὀροπεδίων.

Ὅτι ἐστὶ καὶ ἑτέρα ὕλη μεγάλη ἐν Γερμανία, Γαβρῆτα, ἐπίταδε τῶν Σουήβων, ἐπέκεινα δʼ ὁ Ἑρκύνιος δρυμός· ἔχεται δὲ κἀκεῖνος ὑπʼ αὐτῶν.

Ὅτι Κίμβροι καλοῦνται οἱ παρωκεανῖται Γερμανοὶ, μανοὶ, οἵτινες ἐστράτευσὰν ποτε εἰς τὴν Μαιῶτν· καὶ ἀπ᾿ αὐτῶν, ὡς ἔοικε, καὶ οἱ τὸν Βόσπορον οἰκοῦντες Κιμμέριοι ἐκλήθησαν, ὧν καὶ Ὅμηρος μέμνηται. Οἰ δὲ Ἕλληνες τὸ ὄνομα σολοικίζοντες λέγουσιν.

Ὅτι ταῖς τῶν Κίμβρων γυναιξὶ, συστρατευούσαις τοῖς ἀνδράσι, παρηκολούθουν γυναῖκες προμάντεις ἱέρειαι, πολιότριχες, λευχείμονες, καρπασίνας ἐφαπτρίδας ἐπιπεπορπημέναι, ζῶσμα χαλκοῦν ἔχουσαι, γυμνόποδες· τοῖς οὖν αἰχμαλώτοις διὰ τοῦ στρατοπέδου συνήντων ξιφήρεις· καταστέψασαι δ᾿ αὐτοὺς, ἦγον ἐπὶ κρατῆρα χαλκοῦν ὅσον ἀμφορέων εἴκοσιν· εἶχον δʼ ἀναβάθραν, ἢν ἀναβᾶσα --- ὑπερπετὴς τοῦ λέβητος ἐλαιμοτόμει ἕκαστον μετεωρισθέντα· ἐκ δὲ τοῦ προχεομένου αἵματος εἰς τὸν κρατῆρα μαντείαν τινὰ ἐποιοῦντο· ἄλλαι δὲ διασχίσασαι ἐσπλάγχωευον, ἀναφθεγγόμεναι νίκην τοῖς οἰκείοις. Ἐν δὲ τῖς ἀγῶσιν ἔτυπτον τὰς βύρσας τὰς περιτεταμένας τοῖς γέρροις τῶν ἁρμαμα ξῶν, ὥστε ἀποτελεῖσθαι ψόφον ἐξαίσιον.

Ὅτι οἱ παλαιοὶ Ἕλληνες τοὺς Γέτας καὶ τοὺς Μυσοὺς, οἰκοῦντας περὶ τὸν Ἴστρον, Θρᾶκας ὑπελάμβανον, καὶ ἀποίκους τῶν ἐκ Θράκης Μυσῶν τοὺς ἐν τῆ Ἀσία οἰκοῦντας μεταξὺ Φρυγῶν καὶ Λυδῶν καὶ Τρώων· καὶ αὐτοὶ δὲ οἱ Φρύγες Βρίγες εἰσὶ, Θράκιόν τι ἔθνος· καθάπερ καὶ Μυγδόνες καὶ Βέβρυκες καὶ Μαιδοβιθυνοὶ καὶ Βιθυνοὶ καὶ Θῦναι καὶ Μαριανδυνοί· ἀλλ᾿ οὗτοι μὲν τελέως τὴν Εὐρώπην ἐξέλιπον πλὴν Μυσῶν, ἄν καὶ Ὅμηρος ἐμνήσθη. Καὶ γάρ εἰσί τινες τῶν ταύτῃ Θρᾳκῶν καὶ Μυσῶν ἀπεχόμενοι κρεοφαγίας καὶ γάμου διὰ ὁσιότητα· οὓς λέγει ἀγαυοὺς Ἱππημολγοὺς, Γαλακτοφάγους Ἀβίους τε, τοῦτ᾿ ἔστιν άγάμους, ἄνευ συμβιώσεως γυναικῶν· καὶ συμβαίνει αὐτοῖς δικαιοπραγεῖν διὰ τὸ πένητας εἶναι. Εἰκὸς δὲ

568
καὶ τὸν Ζάμολξιν ὕστερον τοὺς Γέτας ἀναπεῖσαι πυθαγορίζειν, εὑρόντα ἑτοίμους πρὸς φιλοσοφίαν.

Ὅτι ὁ Εὔξεινος νῦν πόντος Ἄξεινος τὸ πρὶν ἐκαλεῖτο διὰ τὸ τὰ ἐνοικοῦντα ἔθνη ἄγρια εἶναι καὶ ξενοκτονεῖν τοὺς περὶ τὴν Ταυρικήν.

Ὅτι οἱ Σκύθαι πάντα κοινὰ εἶχον, καὶ αὐτὰς τὰς γυναῖκας, πλὴν ξίφους καὶ ποτηρίου. Διὰ δὲ τὸ εἶναι ἄβιοι δικαιότατοί εἰσιν· ἡ γὰρ ἀδικία διὰ τὴν τῶν χρημάτων κτῆσιν καὶ διὰ τὰ συμβόλαια. Οἱ γὰρ παλαιοὶ Σκύθαι πένητες ἦσαν· ὃ καὶ Ὅμηρος μαρτυρεῖ καὶ Ἡρόδοτος, περὶ τῶν ἐπιστρατευσάντων τῷ Δαρείῳ βασιλεῖ τῶν Περσῶν Σκυθῶν γράφων, τῆς τε αὐταρκείας καὶ λιτότητος αὐτῶν. Καὶ Δρομιχαίτης ὁ Γετῶν βασιλεὺς, ζωγρήσας Λυσίμαχον, τὸν στρατηγὸν τῶν Μακεδόνων, συστρατεύσαντά ποτε Ἀλεξάνδρῳ, ἀπέλυσε, δείξας αὐτῷ πρότερον τὴν τῶν Γετῶν πενίαν καὶ εἰπὼν, ὅτι οὐ δεῖ τοῖς τὴν τοιαύτην πενίαν ἀσκοῦσι Γέταις πολεμεῖν, ἀλλὰ φίλοις κεχρῆσθαι.

Ὅτι τῆς μεταξὺ Εὐξείνου πόντου καὶ Γερμανῶν γῆς, διχῆ διαιρουμένης, τὸ μὲν πρὸς ἀνατολάς τε καὶ τὸν Εὔξεινον Γέται νέμονται, τὸ δὲ πρὸς δυσμικὴν Δακοὶ οἱ καὶ Δᾶοι ἀφʼ οὗ καὶ ἐπιπολάζει ἐν Ἀθηναίοις τὸ τῶν δούλων ὄνομα.

Ὅτι τοῦ Ἴστρου ποταμοῦ τὰ μὲν ἄνω καὶ πρὸς ταῖς πηγαῖς μέρη μέχρι τῶν καταρακτῶν Λανούιον προσηγόρευον οἱ παλαιοὶ, ἃ μάλιστα διὰ τῶν Λακῶν φέρεται. Τὰ δὲ κάτω μέχρι τοῦ Πόντου, τὰ παρὰ τοὺς Γέτας, ἐκάλουν Ἴστρον. Ὁμόγλωττοι δʼ εἰδὶν οἱ Δακοὶ τοῖς Γέταις.

Ὅτι μεταξὺ τῆς Ποντικῆς θαλάττῆς τῆς ἀπὸ Ἴστρου ἐπὶ Τύραν καὶ ἡ τῶν Γετῶν ἐρημία πρόκειται, πεδιὰς πᾶσα καὶ ἄνυδρος· ἐν ἧ Δαρεῖος ἀποληφθεὶς ὁ Ὑστέσπεω, καθʼ ὃν καιρὸν διέβη τὸν Ἴστρον ἐπὶ τοὺς Σκύθας, ἐκινδύνευσε πανστρατιᾷ δίψη φθαρῆναι.

Ὅτι μεταξὺ τῆς Πεύκης, ἥ ἐστι νῆσος ὑπὸ τῶν τοῦ Ἴστρου στομάτων ἀπολαμβανομένη, ἕως τῶν τοῦ Τύρα ἐκβολῶν, στάδιοί εἰσιν Ϡ΄ τὸ δὲ ἀπὸ Ἱεροῦ στόματος τοῦ Ἴστρου, ὅ ἐστι νοτιώτατον, ἕως τοῦ βορειοτάτου, τοῦτʼ ἔστιν ἡ τῆς Πεύκης βάσις τριγώνου οὔσης, στάδιοί εἰσι τ΄.

Ὅτι ἡ Λευκὴ νῆσος ἀπὸ τῆς Πεύκης ἀπέχει πρὸς ἀνατολὰς στάδια πεντακόσια εἰς τὸ πέλαγος, ἱερὰ Ἀχιλλέως.

Ὅτι ὁ Βορυσθένης ποταμὸς, εἶτα πρὸς βορρᾶν καὶ ἀνατολὰς ὁ Ὕπανις ποταμὸς, ἀπὸ τοῦ Τύρα ποταμοῦ· καὶ πρὸ αὐτῶν νῆσος Βορυσθένης. Ἀναπλεύσαντι δὲ τὸν Βορυσθένη στάδια σ΄ πόλις ἐστὶν ὁμώνυμος τῷ ποταμῷ· ἡ δʼ αὐτὴ καὶ Ὀλβία καλεῖται, κτίσμα Μιλησίων, ἐμπορεῖον μέγα. Μεταξὺ δὲ τοῦ Ἴστρου ποταμοῦ καὶ τοῦ Βορυσθένους πρώτη ἐστὶν ἡ

569
τῶν Σκυθῶν ἐρημία· εἶτα Τυραγέται· εἶτα Ἰάζυγες Σαρμάται καὶ οἱ Βασιλήιοι λεγόμενοι Σκύθαι.

Ὅτι ἡ προσάρκτιος πᾶσα ἀπὸ Γερμανίας μέχρι τῆς Κασπίας θαλάσσης πεδιάς ἐστιν, ἢν ἴσμεν.

Ὅτι Ῥωξολανοὶ, περὶ τὴν Μαιῶτιν οἰκοῦντες, ἐπολέμουν πρὸς τοὺς τοῦ Εὐπάτορος Μιθριδάτου στρατηγοὺς, ἔχοντες ἡγεμόνα Τάσιον.

Ὅτι αἱ τοῦ Βορυσθένους ποταμοῦ ἐκβολαὶ ἐν τῷ μυχῷ κεῖνται τοῦ Ταμυράκου κόλπου καὶ ἡ Βορυσθένης νῆσος· ὁ δὲ Καρκινίτης ποταμὸς ἐν τῷ μυχῷ ἐκδίδωσι τοῦ ὁμωνύμου κόλπου· καὶ περιέχεται μεταξὺ τῶν δύο κόλπων τούτων ἡ Ταυροσκυθία χερρονησίζουσα, ἦς τὰ νότια μέρη εὐθεῖά ἐστιν αἰγικλὸς, ὁ Ἀχίλλειος δρόμος.

Ὅτι τὰ περὶ Μαιῶτιν χωρία διὰ τὴν ψῦξιν ὄνους οὐ τρέφει· δύσριγον γὰρ τὸ ζῷον. Οἵ τε βόες, οἱ μὲν ἄκεροι γίνονται, τῶν δὲ ἀπορρινῶσι τὰ κέρατα· καὶ γὰρ τοῦτο δύσριγον τὸ μέρος. Οἵ τε ἵπποι μικροὶ γίνονται, τὰ δὲ πρόβατα μεγάλα. Ὁ δὲ διάπλους τοῦ Βοσπόρου ἁμαξεύεται ἐκ τοῦ Παντικαπαίου εἰς Φαναγορίαν, ὥστε καὶ πηλὸν εἶναι καὶ ὁδόν· ὀρυκτοί τέ εἰσιν ἰχθύες, οἱ ἀποληφθέντες ἐν τῷ κρυστάλλῳ, θηρευτοὶ γαγγάμῃ τῷ ἐργαλείῳ, καὶ μάλιστα οἱ ἀντακαῖοι, δελφῖσι πάρισοι τὸ μέγεθος. Ἡ δὲ ἄμπελος χειμῶνος κατορύττεται. Τὰ δὲ καύματα τοῦ θέρους σφοδρὰ γίνονται, τάχα μέν τῶν σωμάτων ἀηθιζομένων, τάχα δὲ τῶν πεδίων νηνεμούντων, ἢ καὶ τοῦ πάχους τοῦ ἀέρος ἐκθερμαινομένου πλέον, καθάπερ ἐν τοῖς νέφεσιν οἱ παρήλιοι ποιοῦσιν.

Ὅτι μετὰ τὴν νῆσον τὸν Βορυσθένη ἑξῆς πρὸς ἀνατολὰς ἐν τῆ ἠπείρω ψιλὸν χωρίον, καλούμενον ἄλνῆς ἱερὸν Ἀχιλλέως· εἶτα ὁ Ἀχίλλειος δρόμος, ἁλιτενῆς χερσόνησος· ἔστι γὰρ ταινία τις ὅαον α σταδίων μῆκος ἐπὶ τὴν ἔω, πλάτος δὲ τὸ μέγιστον δυεῖν σταδίων, τὸ δὲ ἐλάχιστον πλέθρων δ΄, διέχουσα τῆς ἑκατέρωθεν τοῦ αὐχένος ἠπείρου τῆ θαλάσσῃ σταδίους ξ΄, ἀμμώδης, ὕδωρ ἔχουσα ὀρυκτόν· κατὰ μέσην δὲ ὁ ροῦ ἰσθμοῦ αὐχὴν ὅαον μ΄ σταδίων. Τελευτᾷ δὲ πρὸς ἄκραν, ἢν Ταμυράκην καλοῦσιν, ἔχουσαν ὕφορμον· μεθ᾿ ἣν ὁ Καρκινίτης κόλπος, εὐμεγέθης, ἀνέχων πρὸς τὰς ἄρκτους ὅσον ἐπὶ σταδίους β μέχρι τοῦ μυχοῦ. Τὸν δὲ κόλπον καὶ Ταμυράκην καλοῦσιν ὁμωνύμως τῆ ἄκρᾳ/ Ἐνταῦθα δ᾿ ἐστὶν ὁ ἰσθμὸς ὁ διείργων τὴν Σαπρὰν λεγομένην λίμνην ἀπὸ θαλάττης, σταδίων μ΄, καὶ ποιῶν τὴν Ταυρικήν καὶ Σκυθικὴν λεγομένην χερρόνησον. Οἱ δὲ τξ΄ τὸ πλάτος τοῦ ἰσθμοῦ φασίν. Ἡ δὲ Σαπρὰ λίμνη σταδίων μὲν εἶναι δ λέγεται, μέρος δ᾿ ἐστὶ τῆς Μαιώτιδος τὸ πρὸς δύσιν· συνεστόμωται γὰρ αὐτῇ στόματι μεγάλῳ καὶ ἐστιν ἑλώδης σφόδρα

570
καὶ ῥαπτοῖς πλοίοις μόγις πλόιμος· οἱ γὰρ ἄνεμοι τὰ τενάγη ῥᾳδίως ἀνακαλύπτουτιν, εἰτα πάλιν πληροῦσιν, ὥστε τὰ ἕλη τοῖς μείζοσι σκάφεσιν οὐ περάσιμά ἐστιν, ἀλλʼ ἐνίσχεται αὐτόθι.

Ὅτι Χερρόνησος πόλις ἐν τῇ Ταυρικῇ πρότερον αὐτόνομος ἦν. Κατατρεχομένη δʼ ὑπὸ τῶν βαρβάρων ἠναγκάσθη προστάτην ἑλέσθαι Μιθριδάτην τὸν Εὐπάτορα (καὶ) στρατηγιῶντα ἐπὶ τοὺς ὑπὲρ τοῦ ἰσθμοῦ μέχρι Βορυσθένους ποταμοῦ βαρβάρους καὶ τοῦ Ἀδρίου. Ταῦτα δʼ ἦν ἐκὶ Ῥωμαίους παρασκευή. Ἐκεῖνος μὲν οὖν κατὰ ταύτας τὰς ἐλπίδας ἄσμενος πέμψας εἰς τὴν Χερρόνησον στρατείαν, ἐπολέμει πρὸς τοὺς Σκύθας καὶ τούτους ἐχειρώσατο καὶ Βοσπόρου κατέστη κύριος, παῤ ἑκόντος λαβὼν Παρισάδου, τοῦ κατέχοντος τότε. Ἐξ ἐκείνου δὴ τοῦ χρόνου τοῖς τοῦ Βοσπόρου δυνάσταις ἡ τῶν Χερρονησιτῶν πόλις ὑπήκοος μέχρι νῦν ἐστιν.

Ὅτι μετὰ τὸν Συμβόλων λιμένα ἐν τῇ Ταυρικῇ, ὅς ἐστι δυσμικὸς καὶ βόρειος, ἡ Ταυρικὴ πρὸς νότον τοῦ Εὐξείνου παραλία, α οὖσα σταδίων τὸ μῆκος, τραχεῖα καὶ ὀρεινὴ καὶ καταιγίζουσα τοῖς βορέαις ἵδρυται· εἶτα ἡ Θεοδοσία πόλις ἐν τῷ Βοσπόρῳ. Ἐν δὲ τῷ μέσῳ τῆς παραλίας ταύτης ἀκρωτήριόν ἐστι, τὸ καλούμενον Κριοῦ μέτωπον, ἀντικρὺ Παφλαγονίας καὶ τοῦ ἀκρωτηρίου αὐτῆς Καράμβιδος. Τὸ δὲ δίαρμα τὸ μεταξὺ Καράμβιδος καὶ Κριοῦ μετώπου στάδιοι βσ΄. Ἀπὸ δὲ Θεοδοσίας εἰς Παντικάπην, μητρόπολιν τῶν Βοσποριανῶν, πᾶσα ἡ χώρα εὔγειος καὶ εὔφορος σίτου, στάδια φλ΄. Ἡ δὲ Παντικάπαια πόλις ἵδρυται ἐπὶ τῷ στόματι τῆς Μαιώτιδος λίμνης. Τὸ δὲ Παντικάπαιον λόφος ἐστὶ πάντη περιοικούμενος ἐν κύκλῳ σταδίων κ΄, κτίσμα Μιλησίων.