Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι ἡ Λιπάρα δυνατὴ γέγονε καὶ ἦρξέ ποτε, Κνιδίων οὖσα ἔποικος· ἐκαλεῖτο δὲ Μελιγουνὶς πρὶν, καὶ ἀκροθίνια πολλὰ ἀνέθηκεν εἰς Δελφούς· ἔχει δὲ καὶ γῆν εὔκαρπον καὶ στυπτηρίας μέταλλον --- ἐμπρόσοδον καὶ θερμὰ ὕδατα, ὡς καὶ ἡ Σικελία, καὶ πυρὸς ἀναπνοάς. Ταύτης δὲ μεταξύ πώς ἐστι καὶ τῆς Σικελίας, ἣν νῦν Ἡφαίστου Ἱερὰν καλοῦσι, πετρώδης πᾶσα καὶ ἔρημος, διάπυρος. Ἔχει δὲ ἀναπνοὰς τρεῖς, ὡς ἂν ἐκ τριῶν κρατήρων· ἐκ δὲ τοῦ μεγίστου καὶ μύδρους αἱ φλόγες ἀναφέρουσιν, οἳ προσκεχώκασιν ἤδη πολὺ μέρος τοῦ πόρου. Ἐκ δὲ τῆς τηρήσεως πεπίστευται, διότι τοῖς ἀνέμοις συμπαροξύνονται καὶ αἱ φλόγες, αἵ τε ἐνταῦθα καὶ αἱ κατὰ τὴν Αἴτνην. Οὐκ ἄλογον δέ· καὶ γὰρ οἱ ἄνεμοι γεννῶνται καὶ τρέφονται τὴν ἀρχὴν λαβόντες ἀπὸ τῶν ἐκ τῆς θαλάττης ἀναθυμιάσεων· ὥστʼ ἀπὸ συγγενοῦς ὕλης καὶ πάθους καὶ τὸ πῦρ ἐξαπτόμενον οὐκ ἐᾷ θαυμάζειν τοὺς ὁρῶντας ἄλλως γέ πως τὰ τοιάδε, Φασὶ δὲ τῶν τριῶν κρατήρων τὸν μὲν κατερρυηκέναι ἐκ μέρους, τοὺς δὲ συμμένειν. Τὸν δὲ μέγιστον τὸ χεῖλος ἔχειν, περιφερὲς ὄν, ε΄ σταδίων· κατʼ ὀλίγον δὲ συνάγεσθαι εἰς λ΄ ποδῶν διάμετρον, κατʼ οὗ βάθος εἶναι τὸ μέχρι θαλάττης σταδῖαίον, ὥστε καθορᾶν ταῖς νηνεμίαις. Ἐὰν μὲν οὖν νότος μέλλῃ πνεῖν, ἀχλὺν ὁμιχλώδη καταχεῖσθαι κύκλῳ φησὶ τῆς νησῖδος, ὥστε μηδὲ τὴν Σικελίαν ἄπωθεν φαίνεσθαι· ὅταν δὲ βορέας, φλόγας καθαρὰς ἀπὸ τοῦ λεχθέντος κρατῆρος εἰς ὕψος ἐξαίρεσθαι καὶ βρόμους ἐκπέμπεσθαι μείζους· τὸν δὲ ζέφυρον μέσην τινὰ ἔχειν τάξιν· τοὺς δʼ ἄλλους κρατῆρκς ὁμοειδεῖς μὲν εἶναι, τῇ δὲ βίᾳ λείπεσθαι τῶν ἀναφυσημάτων. Ἔκ τε δὴ (καὶ) τῆς διαφορᾶς τῶν βρόμων καὶ ἐκ τοῦ πόθεν ἄρχεται τὰ ἀναφυσήματα καὶ αἱ φλόγες καὶ αἱ λιγνύες, προσημαίνεσθαι καὶ τὸν εἰς ἡμέραν τρίτην πάλιν μέλλοντα ἄνεμον πνεῖν. Τῶν γοῦν ἐν Λιπάρᾳ, γενομένης ἀπλοίας, προειπεῖν τινάς φασι τὸν ἐσόμενον ἄνεμον καὶ μὴ διαψεύσασθαι. Ἀφʼ οὗ καὶ τὸ μυθωδέστατον δοκοῦν εἰρῆσθαι τῷ Ὁμήρῳ, οὐ μάτην εἴφηται· ἀλλʼ αἴνιγμα τῆς ἀληθείας ἦν, ὅτε ἔλεγε, ταμίαν τῶν ἀνέμων εἶναι τὸν Αἴολον.
Ὅτι αἱ τοῦ Αἰόλου νῆσοι ζ΄ εἰσι, Λιπάρα, Θέρμεσσα, Στρογγύλη, Διδύμη, Ἐρικοῦσσα, Φοινικοῦσσα, Εὐώνυμος. Ὧν ἡ Στρογγύλη ἀπὸ τοῦ σχήματος καλεῖται· βίᾳ μὲν φλογὸς λειπομένη, τῷ δὲ φέγγει πλεονεκτοῦσα. Ἐνταῦθα δὲ τὸν Αἴολον οἰκῆσαί φασιν. Ἐρικοῦσσα δὲ καὶ Φοινικοῦσσα ἀπὸ τῶν
Ὅτι τὴν Ἰαπυγίαν οἱ Ἕλληνες Μεσσαπίαν καλοῦσι, χερρόνησον οὖσαν εἰς δύο μοίρας διαιρουμένην· τὸ μέν τι γὰρ αὐτῆς Σαλεντῖνοι οἰκοῦσι, τὸ δὲ Καλαβροί. Ὑπὲρ τούτους πρόσβοροι Πευκέτιοί εἰσι καὶ Ἄπουλοι. Ἡ δὲ Μεσσαπία, χερρόνησος οὖσα, ἀπὸ Βρεντεσίου πόλεως πρὸς ἀνατολὰς μέχρι Τάραντος πρὸς δυσμὰς πόλεως ἰσθμὸν ἔχει σταδίων τι΄.
Ὅτι τοῦ Μεσσηνιακοῦ πολέμου γενομένου, οἱ μὴ μετασχόντες Λακεδαιμονίων τῆς στρατείας ἐκρίθησαν δοῦλοι καὶ ὠνομάσθησαν Εἵλωτες· ὅσοι δὲ κατὰ τὴν στρατείαν παῖδες ἐγένοντο, Παρθενίας ἐκάλουν διὰ τὸ πολυχρονίου τοῦ πολέμου συμβάντος ἐκ τῶν οἴκοι παρθένων οὐσῶν γυναικῶν γενέσθαι. Διὰ γὰρ τὸ πολὺν χρόνον παραταθῆναι τοῖς Λακεδαιμονίοις, Μεσσήνην πολιορκοῦσι, καὶ ἀποσταλῆναι τοὺς νεωτάτους· ἐκ τοῦ κοινοῦ πρὸς τὸ μιχθῆναι πάντα πάσῃ καὶ τεκνοποιήσασθαι, διὰ τοῦτο Παρθενίαι ἐκλήθησαν καὶ ἄτιμοι ἦσαν. Οἱ δὲ, οὐκ ἀνασχόμενοι (πολλοὶ δʼ ἦσαν), ἐπεβούλευσαν τῷ κοινῷ, ἔχοντες Φάλανθον ἡγεμόνα, ἕνα αὐτῶν· ἔδει οὖν ἐν τῷ ἀγῶνι, τῶν Ὑακινθίων συντελουμένων, ἡνίκα τὴν κυνῆν περίθηται Φάλανθος, ποιεῖσθαι τὴν ἐπίθεσιν. Ἐξαγγελθείσης δὲ τῆς πράξεως ἐν τῷ ἀγῶνι, προελθὼν ὁ κήρυξ εἶπε, μὴ περιθέσθαι κυνῆν Φάλανθον. Οἱ δὲ στρατιῶται, αἰσθόμὲνοι φωραθέντες, οἱ μὲν διεδίδρασκον, οἱ δὲ ἱκέτευον· κελεύσαντες δʼ αὐτοὺς θαρρεῖν φυλακῇ παρέδοσαν, τὸν δὲ Φάλανθον ἔπεμψαν εἰς θεοῦ περὶ ἀποικίας· ὁ δὲ ἔχρησε·
Ὅτι Ταραντῖνοι, ἀριστοκρατηθέντες ἐν δημοπρατίᾳ, μεγάλως ἴσχυσαν· καὶ τὴν Πυθαγόρειον ἀσπασάμενοι γνησίως φιλοσοφίαν Ἀρχύταν τὸν φιλόσοφον ἄρχοντα προὐβάλοντο, ὃς καὶ πολὺν χρόνον ἦρξεν. Ὕστερον δὲ τοσοῦτον εἰς τήν τρυφήν καὶ κακοπολιτείαν ἐτράποντο, ὥστε καὶ τὰς δημοτελεῖς ἑορτὰς πλείους τῶν τοῦ ἐνιαυτοῦ ἡμερῶν ἄγειν, καὶ ξένους καὶ ἀλλοφύλους ἄρχοντας ἐπικαλεῖσθαι, (καὶ) οὐδὲ τούτοις εὐπειθεῖς γινόμενοι· οἶον Ἀλέξανδρον τὸν Ἠπειρώτην κατὰ Μεσσαπίων καὶ Πύρρον καί τινας Λακεδαιμονίους· καὶ ἐπὶ Ἀννίβα συνεμάχουν Καρχη δονίοις, καὶ διὰ τοῦτο ὑπὸ Ῥωμαίων ὕστερον καταπολεμηθέντες ἐταπεινώθησαν.
Ὅτι ἡ τῶν Ἰαπύγων χώρα παραδόξως ἐστὶν ἀστεία· ἐπιπολῆς γὰρ φαινομένη τραχεῖα εὑρίσκεται βαθύγειος σχιζομένη· ἀνυδροτέρα δὲ οὖσα εὔβοτος καὶ εὔδενδρὸς ἐστιν. Εὐάνδρησε δέ ποτε καὶ τοῦτο σφόδρα τὸ χωρίον σύμπαν καὶ ἔσχε πόλεις ιγ΄· ἀλλὰ νῦν, πλὴν Τάραντος καὶ Βρεντεσίου, τὰ ἄλλα πολίσματά εἰσιν· οὕτως ἐκπεπόνηνται καὶ τεταπείνωνται. Ἐνταῦθα καὶ ὁ σκόπελος, ὃν καλοῦσιν ἄκραν Ἰαπυγίαν, πολὺς ἐκκείμενος εἰς τὸ πέλαγος κατὰ τὰς χειμερινὰς ἀνατολὰς, ἐπιστρέφων δέ πως ἐπὶ τὸ Λακίνιον, ἄκρον τῆς Βρεττίας (ἢν Ἐλλάδα μεγάλην ἀπὸ τῆς τοῦ Πυθαγόρου ἐνταῦθα διατριβῆς ἐκάλεσαν) ἀνταῖρον ἀπὸ τῆς ἑσπέρας αὐτῷ καὶ κλεῖον τὸ στόμα τοῦ Ταραντίνου κόλπου πρὸς αὐτόν· καὶ τὰ Κεραύνια δ᾿ ὁμοίως ὄρη κλείει πρὸς αὐτὸν τὸ στόμα τοῦ Ἰονίου κόλπου. Καὶ ἔστι τὸ δίαρμα ὅσον ψ΄ σταδίων ἀπ᾿ αὐτοῦ πρός τε τὰ Κεραύνια καὶ πρὸς τὸ Λακίνιον. Περίπλους δ᾿ ἐκ Τάραντός ἐστιν ἐς Βρεντέσιον μέχρι μέν Βάριδος πολίχνης χ΄ στάδιοι. Καλοῦσι δὲ Βάριν οἱ νῦν Οὐερητόν. Ἔνθεν εἰς τὰ Λευκὰ στάδια π΄, πολίχνιον καὶ τοῦτο, ἐν ᾧ δείκνυται πηγὴ δυσώδους ὕδατος. Ἐκ δὲ τῶν Λευκῶν εἰς Ὑδροῦντα πολίχνην στάδια ρν΄. Ἐντεῦθεν δ᾿ εἰς Βρεντέσιον υ΄· οἱ δὲ ἴσοι καὶ εἰς Σάσωνα τὴν νῆσον, ἥτις μέση πως ἵδρυται τῆς τε Ἰαπυγίας καὶ τῶν Κεραυνίων τῆς Ἠπείρου.
Ὅτι ἡ ἀπὸ Βρεντεσίου ὁδὸς εἰς Τάραντα, τοῦτ᾿ ἐστιν ὁ ἰσθμὸς, στάδια σ΄, ἀφορίζων γῆν, ἢν Μεσσαπίαν πίαν τε καὶ Ἰαπυγίαν καὶ Καλαβρίαν καὶ Σαλεντίνην κοινῶς οἱ πολλοὶ καλοῦσι, χερρόνησον οὖσαν.
Ὅτι εὐλίμενός ἐστιν ἡ πόλις τὸ Βρεντέσιον· ἑνὶ γὰρ στόματι πολλοὶ κλείονται λιμένες ἄκλυστοι, κόλπων ἀπολαμβανομένων ἐντὸς, ὥστ᾿ ἐοικέναι κέρασιν ἐλάφου τὸ σχῆμα, ἀφ᾿ οὗ καὶ τοὔνομα· σὺν γὰρ τῆ πόλει κεφαλῇ μάλιστα ἐλάφου προσέοικεν ὁ τόπος· τῆ δὲ Μεσσαπία γλώττη Βρεντέσιον ἡ κεφαλὴ τοῦ ἐλάφου καλεῖται. Καί εἰσιν ἀπὸ Ῥώμης εἰς Βρεντέσιον μίλια τξ΄.
Ὅτι ἀπὸ Βρεντεσίου πλοῦς ἐστιν εἰς τὴν περαίαν διπλοῦς· ὁ μὲν ἐπὶ τὰ Κεραύνια καὶ τὴν Ἤπειρον, ὁ δὲ εἰς Δυρράχιον μείζων τοῦ προτέρου· ἔστι γὰρ αω΄ σταδίων. Τέτριπται δʼ ἑκάτερος τούτων, διὰ τὸ τὴν πόλιν εὐφυῶς κεῖσθαι πρός τε τὰ τῶν Ἰλλυριῶν ἔθνη καὶ τὰ τῶν Μακεδόνων.
Ὅτι τὸ παλαιὸν ἐκαλεῖτο (τὸ) Ἀργυροΐππειον ἡ πόλις, ὕστερον Ἀργυρίππα, εἶτα ὕστερον ἐκλήθη Ἄρποι, κτίσμα Διομήδους.
Ὅτι τῆς Δαυνίας περὶ λόφον τινὰ δείκνυται ἡρῷα, τὸ μὲν Κάλχαντος ἐπʼ ἄκρᾳ τῇ κορυφῇ (ἐναγίζουσι δʼ αὐτῷ μέλανα κριὸν οἱ μαντευόμενοι, ἐγκοιμώμενοι ἐν τῷ δέρματι), τὸ δὲ Ποδαλειρίου κάτω πρὸς τῇ ῥίζῃ, διέχον τῆς θαλάττης στάδια ρ΄· ὁ δὲ τόπος καλεῖται Δρίον. Πρόκειται δέ τοῦ κόλπου τούτου πελάγιον ἀκρωτήριον, πρὸς ἀνατολὰς ἐπὶ τ΄ ἀνατεῖνον σταδίους, τὸ Γάργανον· οὗ πλησίον αἱ Διομήδειαι νῆσοι. Περὶ δὲ τοῦ Διομήδους διαφόρως ἱστορεῖται· οἱ μέν φασιν, ὅτι μετάπεμπτος γενόμενος ἐν Ἀργει ἐτελεύτησεν, οἱ δὲ αὐτοῦ ἐν Ἄρποις τῆς Δαυνίας, οἱ δὲ ἐν μαᾷ τῶν νήσων αὐτοῦ ἀφανισθῆναι, οἱ δὲ, ὅτι ἐν Ἑνετοῖς ἀπεθεώθη.
Ὅτι ἡ Ἰταλία ἀσφαλῶς ᾤκηται, νήσου δίκην περίκλυστος οὖσα· καὶ πάλιν αἱ Ἄλπεις κρημνώδεις εἰσὶ καὶ τείχεσι πεφραγμέναι.
Ὅτι Στράβων ὁ γεωγράφος ἤκμαζεν ἐπὶ τῶν χρόνων Τιβερίου Καίσαρος καὶ τῶν παίδων αὐτοῦ, Δρούσου καὶ Γερμανικοῦ.
Ὅτι ἀπὸ τοῦ Ἀδριατικοῦ μυχοῦ ἕως τοῦ Ἴστρου τῶν ὄχθων στάδιοί εἰσι α.
Ὅτι Γερμανοὶ μικρὸν ἐξαλλάττουσι τοῦ Κελτικοῦ φύλου τῷ τε πλεονασμῷ τῆς ἀγριότητος καὶ τοῦ μεγέθους καὶ τῆς ξανθότητος, τἆλλα δὲ παραπλήσιοι καὶ μορφαῖς καὶ ἤθεσι καὶ νόμοις· ὅθεν καὶ Γερμανοὶ ὑπὸ Ῥωμαίων καλοῦνται· δύναται δὲ τὸ ὄνομα Γνήσιοι.
Ὅτι, Μάρσοι καὶ Σούγαμβροι ἔδνη εἰσὶ Γερμανικὰ δυσμικά.
Ὅτι ὁ Ἑρκύνιος δρυμὸς τῆς Γερμανίας ἐστὶ περὶ Σουήβους, ἔθνος μέγα.
Ὅτι τὰ βορειότερα ἔθνη τῶν Γερμανῶν ἁμαξόβιά ἐστι καὶ νομαδικὰ καὶ ῥᾳδίως μεταναστεύειν ἕτοιμα διὰ τὸ μὴ θησαυρίζειν.
Ὅτι Δροῦσος ὁ Τιβερίου παῖς πολεμῶν καὶ κατορθῶν περὶ τὸν Ῥῆνον ἐτελεύτα.
Ὅτι διέχει ὁ Ῥῆνος ἀπὸ τοῦ Ἄλβιδος ποταμοῦ στάδια γ εὐθυποροῦντι.