Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι πλησίον Ὀλόνθου χωρίον ἐστὶ κοῖλον, καλούμενον Κανθαρώλεθρον ἐκ τοῦ συμβεβηκότος· τὸ γὰρ ζῷον ὁ κένθαρος πέριξ τῆς χώρας γινόμενος, ἡνίκα ψαύσῃ τοῦ χωρίου ἐκείνου, διαφθείρεται.
Ὅτι ἀντικρὸ Κανέστρου, ἄκρου τῆς Παλλήνης, ἡ Δέρρις ἐστὶν ἄκρα, πλησίον Κωφοῦ λιμένος· καὶ ὁ Τορωναῖος κόλπος ὑπὸ τούτων ἀφορίζεται. Καὶ πρὸς ἀνατολὰς αὖθις κεῖται τὸ ἄκρον τοῦ Ἄθωνος, δ ἀφορίζει τὸν Σιγγιτικὸν κόλπον· ὡς εἶναι ἐφεξῆς κόλπους τοῦ Αἰγαίου πελάγους πρὸς βορρᾶν ἀλλήλων ἀπέχοντας οὕτως Μαλιακὸν, Παγασιτικὸν, Θερμαῖον, Τορωναῖον, Σιγγιτικὸν, Στρυμονικόν. Τὰ δὲ ἄκρα, Ποσείδιον μὲν τὸ μεταξὺ Μαλιακοῦ καὶ Παγασιτικοῦ, τὸ δὲ ἐφεξῆς πρὸς βορρᾶν Σηπιὰς, εἶτα τὸ ἐν Παλλήνῃ Κάναστρον, εἶτα Δέρρις, εἶτα Νυμφαῖον ἐν τῷ Ἄθωνι πρὸς τῷ Σιγγιτικῷ, τὸ δὲ πρὸς τῷ Στρυμτνικῷ Ἀκράθως ἄκρον, ὧν μεταξὺ ὁ Ἄθων, οὗ πρὸς ἀνατολὰς ἡ Λῆμνος· πρὸς δὲ βορρᾶν ἀφορίζει τὸν Στρυμονικὸν κόλπον ἡ Νεάπολις.
Ὅτι Ἄκανθος πόλις ἐν τῷ Σιγγιτικῷ κοίτῳ ἔστὶ παράλιος πλησίον τῆς τοῦ Ξέρξου δλώρυχος· ἔχει δʼ ὁ Ἄθων έ πόλεις, Δῖον, Κλεωνὰς, Θύσσον, Ὀλόφυξιν, Ἀκροθώους· αὕτη δὲ πρὸς τῇ κορυφῇ τοῦ Ἄθωνος κεῖται. Ἔστι δʼ ὁ Ἄθων ὄρος μαστοειδὲς, ὀξύτατον, ὑψηλότατον, οὗ σἱ τὴν κορυφὴν οἰκοῦντες ὅρῶσι τὸν ἥλιον ἀνατέλλοντα πρὸ ὡρῶν γ΄ τῆς ἐν τῇ παραλίᾳ ἀνατολῆς. Καὶ ἔστιν ἀπὸ πόλεως τῆς Ἀκάνθου ὁ περίπλους τῆς χερρονήσου ἕως Σταγείρου, πόλεως τοῦ Ἀριστοτέλους, στάδια υ΄, ἐν ᾗ λιμὴν ὄνομα Κάπρος καὶ νησίον ὁμώνυμον τῷ λιμένι· εἶτα αἱ τοῦ Στρυμόνος ἐκβολαί· εἶτα Φάγρης, Γαληψὸς, Ἀπολλωνία, πᾶεαι πόλεις· εἶτα τὸ Νέστου στόμα τοῦ διορίζοντος Μακεδονίαν καὶ Θρᾴκην, ὡς Φίλιππος καὶ Ἀλέξανδρος, ὁ τούτου παῖς, διώριζον ἐν τοῖς κατʼ αὐτοὺς χρόνοις. Εἰσὶ δὲ περὶ τὸν Στρυμονικὸν κόλπον πόλεις καὶ ἕτεραι, οἶον Μύρκινος, Ἀργίλος, Δραβῆσκος, Δάτον, ὅπερ καὶ ἀρίστην ἔχει χώραν καὶ εὔκαρπον καὶ ναυπήγια καὶ χρυσοῦ μέταλλα· ἀφʼ οὗ καὶ παροιμία «Δάτον Δάτον ἀγαθῶν » ὡς καὶ « Ἀγαθῶν ἐγαθῖδες. »
Ὅτι πλεῖστα μέταλλά ἐστι χρυσοῦ ἐν ταῖς Κρηνίσιν, ὅπου νῦν οἱ ίλιπτποι πόλις ἵδρυται, πλησίον τοῦ Παγγαίου ὀρους· καὶ αὐτὸ δὲ τὸ Παγγαῖον ὄρος χρυσεῖα
Ὅτι ὁ Στρσμὼν ποταμὸς ἄρχεται ἐκ τῶν περὶ τὴν Ῥοδόπην Ἀγριάνων.
Ὁτι ὁ παρʼ Ὁμήρῳ Ἀστεροπαῖος, υἱὸς Πηλεγόνος, ἐκ Παιονίας ὢν τῆς ἐν Μακεδονία ἱστορεῖται· διὸ καὶ Πηλεγόνος υἱός· οἱ γὰρ Παίονες Πελαγόνες ἐκαλοῦντο.
Ὅτι ἡ νῦν Φίλιπποι πόλις Κρηνίδες ἐκαλοῦντο τὸ παλαιόν.