Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι τὸ παλαιὸν οἱ μάντεις καὶ μουσικὴν εἰργάζοντο.
Ὅτι μετὰ τὸ Δῖον πόλιν ὁ Ἁλιάκμων ποταμός ἐστιν, ἐκβάλλων εἰς τὸν Θερμαῖον κόλπον· καὶ τὸ ἀπὸ τούτου, ἡ πρὸς βορρᾶν τοῦ κόλπου παραλία, Πιερία καλεῖται ἕως τοῦ Ἀξιοῦ ποταμοῦ, ἐν ᾗ καὶ πόλις Πύδνα, ἣ νῦν Κίτρον καλεῖται· εἷτα Μεθώνη καὶ Ἄλωρος πόλεις· εἶτα Ἐρίγων καὶ Λουδίας ποταμοί. Ἄπὸ δὲ Λουδίου εἰς Πέλλαν πόλιν ἀνάπλους στάδια ρκ'. Ἀπέχει δʼ ἡ Μμθώνη τῆς μὲν Πύδνης στάδια μ΄, τῆς Ἀλώρου δὲ ο΄ στέδια. Ἡ μὲν οὖν Πύδνα Πιερική ἐστι πόλις, ἡ δὲ Ἄλωρος Βοτταϊκή. Ἐν μὲν οὖν τῷ πρὸ τῆς Πύδνης πεδίῳ Ῥωμαῖcι Περσέα καταπολεμήσαντες καθεῖλον τὴν τῶν Μακεδόνων βασιλείαν. Ἐν δὲ τῷ πρὸ τῆς Μεθώνης πεδίῳ γενέσθαι συνέβνη Φιλίππῳ τῷ Ἀμύντου τὴν ἐκκοπὴν τοῦ δεξιοῦ ὀφθαλμοῦ καταπελτικῷ βέλει κατὰ τὴν πολιορκίαν τῆς πόλεως.
Ὅτι τὴν Πέλλαν, οὖσαν μικρὰν πρότερον, Φίλιππος εἰς μῆκος ηὔξησε, τραφεὶς ἐν αὐτῇ. Ἔχει δὲ λίμνην πρὸ αὑτῆς, ἐξ ἧς ὁ Λουδίας ποταμὸς ῥεῖ· τὴν δὲ λίμνην πληροῖ τοῦ Ἀξιοῦ τι ποταμοῦ ἀπόσπασμα. Εἶτα ὁ Ἀξιὸς, διαιρῶν τήν τε Βοττιαίαν καὶ τὴν Ἀμφαξῖτιν γῆν καὶ παραλαβὼν τὸν Ἐρίγωνα ποταμὸν ἐξίησι μεταξὺ Χαλάστρας καὶ Θέρμης. Ἐπίκειται δὲ τῷ Ἀξιῷ ποταμῷ χωρίον, ὅπερ Ὅμηρος Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖν· τηλόθεν ἐξ Ἀμυδῶνος, ἀπʼ Ἀξιοῦ εὐρυρέοντος. » Ἀλλʼ ἐπεὶ ὁ μίν Ἀξιὸς θολερός ἐστι, κρήνη δέ τις ἐξ Ἀμυδῶνος ἀνίσχουσα καὶ ἐπιμιγνυμένη αὐτῷ καλλίστου ὕδατος, διὰ τοῦτο τὸν ἑξῆς στίχον, « Ἀξιοῦ, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται Αἶαν, » μεταγράφουσιν οὕτως· « Ἀξιοῦ, ᾧ κάλλιστον ὕδωρ ἐπικίδναται Αἴης. » οὐ γὰρ τὸ τοῦ Ἀξιοῦ ὕδωρ κάλλιστον ★ τῆς γῆς τῇ ὄψει κίδναται, ἀλλὰ τῆς γῆς τῷ Ἀξιῷ.
Ὅττι μετὰ τὸν Ἀξιὸν ποταμὸν ἡ Θεσσαλονίκη ἐσιὶ πόλις, ἣ πρότερον Θέρμη ἐκαλεῖτο· κτίσμα δʼ ἐστὶ Κασσάνδρου, ὃς ἐπὶ τῷ ὀνόματι τῆς ἑαυτοῦ γυναικὸς, παιδὸς δὲ Φιλίππον τοῦ Ἀμύντου, ὠνόμασε· μετῴκισε δὲ τὰ πέρξ πολίχνπια εἰς αὐτὴν, οἶον Χαλάστραν, Αἰνέαν, Κισσὸν καί πνα καὶ ἄλλα. Ἐκ δὲ τοῦ Κισσοῦ τούτου ὑπονοήσειεν ἄν τις γενέσθαι καὶ τὸν παρʼ Ὁμήρῳ Ἰφιδάμαντα, οὗ ὁ πάππος Κισσεὺς ἔθρεψεν αὐτὸν, φησὶν, ἐν Θρῄκῃ, ἣ νῦν Μακεδονία καλεῖται. λεῖται.
Ὅτι ἡ Βέροια πόλις ἐν τοῖς ὑπωρείαις κεῖται τοῦ Βερμίου ὄρους.
Ὅτι ἡ Παλλήνη χερρόνησος, ἧ ἐν τῷ ἰσθμῷ κεῖται ἡ πρὶν μὲν Ποτίδαια, νῦν δὲ Κασσάνδρεια, Φλέγρα τὸ πρὶν ἐκαλεῖτο. Ὤκουν δʼ αὐτὴν οἱ μυθευόμενοι Γίγαντες, ἔθνος ἀσεβὲς καὶ ἔνομον, οὓς Ἡρακλῆς διέφθειρεν. Ἔχει δὲ πόλεις δ΄, Ἄφυτιν, Μένδην, Σκιώνην, Σάνην.
Ὅτι τῆς Ὀλύνδου ἐπίνειόν ἐστι Μηκύπερνα ἐν τῷ Τορωναίῳ κόλπῳ.