Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

550

Ὅτι ἡ τῶν Σατίνων χώρα μεταξὺ κεῖται τῆς τε ἀπὸ τῶν Ὠστίων παραλίας μέχρι πόλεως Σινυέσσης καὶ τῆς Σαβίνης τὰ δ᾿ Ὤστια ἐπίνειόν ἐστι Ῥώμης, εἰς ἂ ὁ Τίβερις ἐκδίδωσιν· ἐκτείνεται δ᾿ ἐπὶ μῆκος μέχρι Καμπανίας καὶ Σαμνιτῶν.

Ὅτι Τυρρηνοὶ καλοῦνται ἀπὸ Τυρρηνοῦ τοῦ Ἄτυος στείλαντος ἐκ Λυδίας ἀποίκους εἰς τὴν χώραν ταύτην. Λιμῷ γὰρ ἡ Μηονία ἐπιέζετο· καὶ διὰ τοῦτο ὁ Ἄτυς βασιλεύων ἐκεῖ, Ἡρακλείδης ὢν ἀπὸ Ὀμφάλης, ἠναγκάσθη τὸν μὲν ἕτερον τῶν παίδων, Λυδὸν καλούμενον, αὐτοῦ κατασχεῖν, ἐξ οὗ καὶ ἡ χώρα Λυδία τὸν δ᾿ ἕτερον, Τυρρηνὸν, στεῖλαι μετὰ τοῦ πλείστου λαοῦ, ὃς ἐλθὼν ᾤκησε τὴν ἐξ αὐτοῦ Τυρρηνίαν.

Ὅτι οἱ Τυρρηνοὶ, ἐπιφανεῖς γενόμενοι, πολλὰ ἔνδοξα ἔπραξαν ἄλλα τε καὶ τοὺς Γαλάτας, τοὺς τὴν Ῥώμην ἐπὶ Φουρίου λαβόντας, ὑπαντήσαντες περὶ Σαβίνους κατεπολέμησαν, καὶ ὅσα χρήματα ἑκόντων Ῥωμαίων ἔλαβον, πάντα ἠνάγκασαν τοὺς Γαλάτας ἄκοντας δοῦναι λύτρα τῶν ἁλόντων ὑπ᾿ αὐτῶν.

Ὅτι τὸ παρ᾿ Ὁμήρῳ Πελασγικὸν Ἄργος ἡ Θετταλία λέγεται, ὅ ἐστι μεταξὺ τῶν ἐκβολῶν τοῦ Πηνειοῦ καὶ τῶν Θερμοπυλῶν ἕως τῆς ὀρεινῆς τῆς κατὰ Πίνδον, διὰ τὸ ἐπάρξαι τῶν τόπων τούτων τοὺς Πελασγούς τόν τε Δία τὸν Δωδωναῖον ὀνομάζει Ὅμηρος « Ζεῦ ἔνα, Δωδωναῖε, Πελασγικέ. » Πολλοὶ δὲ καὶ τὰ Ἠπειρωτικὰ ἔθνη Πελασγικὰ εἰρήκασιν, ὡς καὶ μέχρι δεῦρο τῶν Πελασγῶν ἐπαρξάντων· ἀλλὰ καὶ τοὺς ὁμόρους τῶν ἐν Τρωάδι Κιλίκων Ὅμηρος Πελασγοὺς εἴρηκε, έγων· Ἱππόθοος δ᾿ ἄγε φῦλα Πελασγῶν. »

Ὅτι τοὺς Πελασγοὺς διὰ τὸ πλάνητας εἶναι καὶ δίκην ὀρνέων ἐπιφοιτᾶν ἐφ᾿ οὗς ἔτυχε τόπους, φασὶ Πελαργοὺς ὑπὸ τῶν Ἀττικῶν κληθῆναι.

Ὅτι τῆς Τυρρηνίας τὸ μὲν μῆκος, ἡ μέγιστόν ἐστιν, ἀπὸ Λούνης πόλεως μέχρι Ὠστίων, σταδίων δισχιλίων πεντακοσίων, πλάτος δὲ τοῦ ἡμίσους ἔλαττον τὸ πρὸς τοῖς ὄρεσιν. Ἡ δὲ Λούνα μικρὰ μέν ἐστι πόλις, ἔχει δὲ λιμένα μέγιστον καὶ κάλλιστον· ἔχει δὲ μέταλλα λίθου ποικίλου λευκοῦ ὑπογλαυκίζοντος, ἀφ᾿ ὧν τὰ ἐν Ῥώμῃ ἐδάφη καὶ οἱ ναοὶ οἱ κάλλιστοι κοσμοῦνται. Οἱ δ᾿ ἕλληνες καλοῦσι τὸν λιμένα Σελήνης λιμένα.

Ὅτι ἀπὸ Λούνης εἰς Πίσαν στάδιοί εἰσι πλείους τῶν τετρακοσίων. Ἡ δὲ Πίσα κτίσμα ἐστὶ τῶν ἐκ Πελοποννήσου Πισατῶν· οἳ μετὰ Νέστορος στρατεύσαντες ἐν τῷ νόστῳ ἐπλανήθησαν καὶ ταύτην τὴν Πίσαν ἔκτισαν.

Ὅτι ὁ Στράβων εἶδε τοὺς ἐργαζομένους τὸν σίδηρον τὸν ἐκ τῆς Αἰθαλίας νήσου τῆς πλησίον Κύρνου κομιζόμενον. Οὐ γὰρ δύναται συλλιπαίνεσθαι καμινευόμενος ἐν τῆ νήσῳ, κομίζεται δ᾿ εὐθὺς ἐκ τῶν μετάλλων εἰς τὴν ἤπειρον. τοῦτό τε δὴ παράδοξον

551
ἡ νῆσος ἔχει, καὶ τὸ τὰ ὀρύγματα ἀναπληροῦσθαι τῷ χρόνῳ τὰ μεταλλευθέντα· καθάπερ τοὺς πλαταμῶνάς φασι τοὺς ἐν Ῥόδῳ καὶ τὴν ἐν Πάρῳ πέτραν τὴν μάρμαρον καὶ τοὺς ἐν Ἰνδοῖς ἄλας.

Ὅτι ἡ Κύρνος νῆσος ὑπὸ Ῥωμαίων Κορσίκα καλεῖται. Οἰκεῖται δὲ φαύλως, τραχεῖά τε οὖσα καὶ τοῖς πλείστοις μέρεσι δύσβατος τελέως· ὥστε τοὺς κατέχοντας τὰ ὄρη καὶ ἀπὸ λῃστηρίων ζῶντας ἀγριωτέρους εἶναι θηρίων· οἱ δ᾿ ἀνδραποδισθέντες αὐτῶν ἀγόμενοι εἰς δουλείαν ἢ οὐχ ὑπομένουσι ζῆν ἢ ἀχρεῖοι τοῖς ὠνησαμένοις εἰσί. Μῆκος δὲ τῆς νήσου μίλια ρξ΄, πλάτος δὲ ο΄. Σαρδόνος δὲ μηκος μίλια σκ΄, πλάτος δὲ ??η΄. Ἡ δὲ Σαρδὼν ἔχει μὲν πολὺ καὶ τὸ τραχὺ τῆς γῆς, ἔχει δὲ καὶ τὸ βαθύγειον καὶ κάρπιμον, μάλιστα δ᾿ ἐστὶ σιτοφόρος· ὅσα δὲ αὐτῆς εὔκαρπα χωρία, νοσηλά ἐστι καὶ λοιμώδη τοῦ θέρους.

Ὅτι ἐν τῇ Σαρδοῖ γίνονται κριοὶ φύοντες τρίχα αἰγείαν ἀντὶ ἐρέας, καλοῦνται δὲ ἐπιχωρίως μούσμωνες, ὧν ταῖς δοραῖς θωρακίζονται. Ἔχουσι δὲ ξιφίδιον καὶ πέλτην ἐν ταῖς μάχαις.