Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι τὸ παλαιὸν Ἰταλία ἐκαλεῖτο ἡ περιεχομένη χώρα ὑπό τε τῆς νῦν Μεγάλης Ἑλλάδος καὶ Ἰαπυγίας καὶ Ποσειδωνιάτου κόλπου· ὕστερον δὲ διὰ τὸ εὐτυχές τοῦ ὀνόματος ἐπεκράτησε καὶ ἕως Οὐάρου ποταμοῦ καὶ τοῦ Ἀδριατικοῦ μυχοῦ καὶ τῶν Ἄλπαεων Ἰταλία καλεῖσθαι.
Ὅτι τῶν Ἄλπεων περιφερὴς ἡ ὑπώρειά ἐστι καὶ κολπώδης, τὰ κοῖλα ἔχουσα ἐστραμμένα πρὸς τὴν Ἰταλίαν· τοῦ δέ κόλπου τὰ μέν μέσα πρὸς τοῖς Σαλασσοῖς ἐστι, τὰ δ᾿ ἄκρα ἐπιστροφὴν λαμβάνει, τὰ μὲν μέχρι τῆς Ὄκρας καὶ τοῦ μυχοῦ τοῦ Ἀδρίου, τὰ δ᾿ εἰς τήν Λιγυστικήν παραλίαν μέχρι Γενούας, τῶν Λιγύων τοῦ ἐμπορείου, ὅπου τὰ Ἀπέννινα ὄρη συνάπτει ταῖς Ἄλπεσιν.
Ὅτι μόνη ἡ τοῦ Ἀδριατικοῦ μυχοῦ παραλία τῆς καθ᾿ ἡμᾶς θαλάσσης μιμεῖται τὰ τοῦ ὠκεανοῦ πάθη, ὁμοίως ἐκείνῳ πλημμύρουσά τε καὶ ἀναρροιβδοῦσα καθ᾿ ἑκάστην ἡμέραν· ὑφ᾿ ὧν τὸ πλέον τοῦ πεδίου λιμνοθαλάττης γίνεται μεστόν. Διώρυξι δὲ καὶ παραχώμασι, καθάπερ ἡ Κάτω χώρα τῆς Αἰγύπτου, διοχετεύεται· καὶ τὰ μέν ἀνέψυκται καὶ γεωργεῖται, τὰ δὲ διάπλους ἔχει. Τῶν δὲ πόλεων αἱ μὲν νησίζουσιν, αἱ δ᾿ ἐκ μέρους κλύζονται.
Ὅτι ὁ περὶ τὴν Ῥάβενναν ἀὴρ καθαρώτατός ἐστι καὶ ὑγιεινότατος. Τούτου δ᾿ αἴτιον ἡ πλημμυρίς τε τῆς θαλάσσης καὶ ἡ τοῦ Πάδου πλήρωσις, πᾶν τὸ βορβορῶδες ἀποκαθαίρουσα. Τὰ αὐτὰ δὲ γίνονται καὶ περὶ Ἀλεξάνδρειαν· ἡ γὰρ τοῦ Νείλου ἀνάβασις τήν τῆς λίμνης ἀφανίζει δυσωδίαν τήν ἐκ τοῦ τέλματος.
Ὅτι ἐν Ῥαβέννῃ τὰ ἔλη ποιοῦσι τὰς ἀμπέλους καρπιμωτάτας καὶ ταχυφόρους· ἀλλ᾿ ἐν πέντε ἔτεσι γηράσκουσαι φθείρονται.
Ὅτι Ἀδρία πόλις ἐστὶ περὶ τὰ μυχὰ τοῦ Ἀδρίου, ἀφ᾿ ἦς ἡ ταύτῃ θάλασσα καλεῖται Ἀδρίας ἦν δὲ τὸ πάλαι ἐπιφανεστάτη.
Ὅτι μετά τὸ Τίμαυον, μυχαίτατον ἂν τοῦ Ἀδρίου, ἡ τῶν Ἴστρων ἐστὶ παραλία μέχρι Πόλας, ἦς καὶ Καλλίμαχος μέμνηται λέγων· « ἀτὰρ κείνων γλῶσσ᾿ ὀνόμηνε Πόλας. » Κτίσμα δέ ἐστι Κόλχων· καὶ αἱ Ἀψυρτίδες νῆσοι ἐπίκεινται τῇ Πόλῃ.
Ὅτι ἡ Λιγυστικὴ ἐν αὐτοῖς τοῖς Ἀπεννίνοις ὄρεσιν ἵδρυται μεταξὺ Τυρρηνίας τε καὶ Κελτικῆς τραχεῖα δ᾿ ἐστὶ καὶ πετρώδης.
Ὅτι ἡ Τυρρηνία χώρα, μοῖρα οὖσα τῆς Ἰταλίας, ἄρχεται ἀπὸ τῶν τῆς Λιγυστικῆς ὁρίων ἕως ποταμοῦ τοῦ Τιβέριδος παραθαλάσσιοι δ᾿ ὄντες οὗτοι καὶ τὰ πεδία οἰκοῦντες τὰ τῶν Ἀπεννίνων ἀπολήγοντα· ἐξ ἧς καὶ ἡ παρακειμένη θάλασσα Τυρρηνική καλεῖται.
Ὅτι ὁ Τίβερις ῥεῖ ἀπὸ τῶν Ἀπεννίνων ὀρέων, πληροῦται δ᾿ ἐκ πολλῶν ποταμῶν, μέρος μέν τι διὰ τῆς Τυρρηνίας φερόμενος, τὸ δ᾿ ἐφεξῆς διορίζων ἀπ᾿ αὐτῆς πρῶτον μέν τὴν Ὁμβρικὴν, εἶτα Σαβίνους καὶ Λατίνους τοὺς πρὸς τῆ Ῥώμῃ μέχριτῆς παραλίας. Παραβέβληνται δέ πως τῷ ποταμῷ μὲν καὶ τοῖς Τυρρηνοῖς κατὰ πλάτος, ἀλλήλοις δὲ κατὰ μῆκος ἀνέχουσι δὲ πρὸς τὰ Ἀπέννινα ὄρη τὰ πρὸς τῷ Ἀδρίᾳ.