Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι Αἰθίοπες ἔθος ἔχουσι τοιοῦτον· ὃς ἂν βασιλεὺς πηρωθῇ μέρος τι τοῦ σώματος ὁπωσοῦν, τὸ αὐτὸ πάσχουσιν οἱ συνόντες αὐτῷ μάλιστα, οἱ δʼ αὐτοὶ καὶ συναποθνήσκουσιν· ἐκ δὲ τούτου φυλακὴ πλείστη τοῦ βασιλέως ἐστὶ παρʼ αὐτῶν.
Ὅτι ἐν τῷ Νείλῳ ποταμῷ ἰχθύων γένη πολλὰ μὲν καὶ ἄλλα, γνωριμώτατοι δὲ ὅ τε ὀξύρυγχος καὶ ὁ λεπιδωτὸς καὶ λάτος καὶ ἀλάβης καὶ κορακῖνος καὶ χοῖρος καὶ φαγρώριος, ὃν καὶ φάγρον καλοῦσιν, σίλουρος, κίθαρος, θρίσσα, κεστρεὺς, ὀστρακίων δὲ λύχνος, φῦσα, βοῦς, κοχλίαι μεγάλοι φωνὴν ὀλολυγόσιν ὁμοίαν φθεγγόμενοι. Τὰ δʼ ἐπιχώρια ζῷα ἰχνεύμων, ἀσπὶς, ἡ μὲν σπρθαμιαία, ἥπερ καὶ ὀξυθανατωτέρα, ἡ δὲ ὀργυιαία· ὄρνεα δὲ ἶβις, ἱέραξ ὁ Αἰγύπτιος (ἥμερος γὰρ
Ὅτι ἡ ἶβις ἡμερώτατον ὄρνεόν ἐστι, πελαργώδης κατὰ τὸ σχῆμα καὶ τὸ μέγεθος, ὅλη μέλαινα. Μεστὴ δʼ αὐτῶν ἅπασα τρίοδος, χρησίμως μὲν, ὅτι πᾶν θηρίον ἐκλέγει καὶ τὰ καθάρματα πάντα, δυσχρήστως δὲ, ὅτι παμφάγον καὶ ἀκάθαρτον καὶ δυσκόλως ἀπειργόμενον ἀπὸ τῶν καθαρίων καὶ τῶν ἀλλοτρίων παντὸς μολυσμοῦ. Ἀπὸ δ τῆς θαλάσσης εἰς τὸν Νεῖλον ἀνέρχεται κεστρεὺς, θρίσσα, δελφίς· τὰ δʼ ἄλλα διὰ τὸν ἐκ τῶν κροκοδείλων φόβον οὐκ ἀνέρχεται, ἀλλʼ ὁ μὲν δελφὶς, ὡς κρείσσων τῶν κροκοδείλων, ὁ δὲ κεστρεὺς, ὅτι παραπέμπεται ὑπὸ τῶν χοίρων παρὰ γῆν κατά τινα οἰκείωσιν· τῶν δὲ χοίρων ἀπέχονται οἱ κροκόδειλοι· στρογγύλοι γάρ εἰσι καὶ ἔχουσιν ἀκάνθας ἐπὶ τῇ κεφαλῇ φερούσας κίνδυνον.
Ὅτι κατὰ Στράβωνα τὸ τῆς Λιβύης σχῆμα τρίγωνόν ἐστιν ὀρθογώνιον· οὗ ἡ μὲν μία τῶν περὶ τὴν ὀρθὴν ὁ Νεῖλος ποταμός ἐστιν, ἡ δʼ ἑτέρα ἡ καθʼ ἡμᾶς παραλία ἀπὸ Πηλουσίου μέχρι Γαδείρων, ἡ δʼ ὑποτείνουσα τὴν ὀρθὴν ἡ ἀπὸ Γαδείρων παρωκεανῖτις ἄχρι τῶν τοῦ Νείλου πηγῶν. Ταῦτα δὲ Πτολεμαῖος ἤλεγξε ψευδῆ ὄντα.
Ὅτι τὸ ἐν Μαυρητανίᾳ ὄρος, τὸν Ἄτλαντα ἑλληνιστὶ καλούμενον, οἱ βάρβαροι Δύριν καλοῦσιν.
Ὅτι τὸ βορειότατον καὶ δυσμικώτατον ἄκρον τῆς Λιβύης Κώτεις καλεῖται· ἀντίκειται δὲ τοῖς Γαδείροις.
Ὅτι ἡ Μαυρητανία ἑκατέρα εὐφορωτάτη ἐστὶ καὶ σὺν εὐδαιμονίᾳ οἰκεῖται· καὶ οἱ ποταμοὶ αὐτῆς κροκοδείλους φέρουσιν. Ἔν τινι δὲ ποταμῷ γεννῶνται βδέλλαι ἑπταπήχεις, κατατετρημένα ἔχουσαι τὰ βρόγχια, διʼ ὧν ἀναπνέουσι, καὶ ἄμπελοι φύονται ἐκεῖσε, δυσὶν ἀνδρέσι τὸ πάχος δυσπερίληπτοι, βότρυς πηχυαίους πως ἀποδιδοῦσαι.