Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ὑπὲρ τὴν Ἐλεφαντίνην πόλιν ἐστὶν ὁ Καταράκτης.

Ὅτι ἐν τοῖς κατὰ Στράβωνα χρόνοις Κανδάκη τις, ἀνδρικὴ γυνὴ Αἰθιόπισσα, ἦρξε τῶν ὑπὲρ Αἴγυπτον Αἰθιόπων· ἦν δὲ πεπηρωμένη τὸν ἕτερον τῶν ὀφθαλμῶν. Το δὲ βασίλειον τῆς Κανδάκης ἦν τὰ Νάπατα, πόλις μεγάλη.

Ὅτι Κανδάκη πολλαῖς μυριάσιν Αἰθιόπων πρὸς Πετρώνιον, Ῥωμαῖον Αἰγύπτου ἄρχοντα, διεπολέμηκεν.

634
Ἦρχε δὲ τῶν τόπων ἐκείνων, ἔνθα ὁ Καμβύσου στρατὸς κατεχώσθη ὑπὸ τῆς ἄμμου καὶ τοῦ νότου πνεύσαντός βιαίως.

Ὅτι τὰ τῶν Αἰθιόπων πρόβατα καὶ αἶγες καὶ βόες καὶ κύνες μικρὰ παντελῶς εἰσι. Τάχα δʼ ἐκ τούτου καὶ τοὺς Πυγμαίους τινὲς ἐμυθολόγησαν· οὐ γάρ ἐστιν ἀληθὲς τὸ τῶν Πυγμαίων.

Ὅτι Αἰθίοπες σέβονται τοὺς βασιλέας ὡς θεούς· καί εἰσι κατάκλειστοι καὶ οἰκουροί. Μέγιστον δʼ αὐτοῖς βασίλειον ἡ Μερόη πόλις, ὁμώνυμος τῇ νήσῳ, οὔσῃ τὸ μῆκος σταδίων γ, τὸ δʼ εὖρος ,α· ἔχει δὲ πόλεις συχνὰς καὶ ὄρη καὶ δάση καὶ μέταλλα παντοῖα. Περιέχεται δʼ ἀπὸ μὲν τῆς Λιβύης ὁ ταύτῃ Νεῖλος θισὶ μεγάλαις, ἀπὸ δὲ τῆς Ἀραβίας κρημνοῖς συνεχέσιν· ἐκ δὲ νότου ἄνωθεν ταῖς συμβολαῖς τῶν ποταμῶν, τοῦ τε Ἀσταβάρα καὶ τοῦ Ἀστάποδος καὶ τοῦ Ἀστασόβα· πρὸς ἄρκτον δὲ ἡ τοῦ Νείλου ὀχή.

Ὅτι Αἰθίοπες καὶ τὰς γυναῖκας ὁπλίζουσιν, ὧν αἱ πλείους κεκρίκωνται τὸ χεῖλος τοῦ στόματος χαλκῷ κρίκῳ. Κῳδιοφόροι δʼ εἰσὶν, ἐρέαν τῶν προβάτων οὐ φερόντων, ἀλλʼ αἰγοτριχούντων οἱ δὲ τελέως γυμνῆτές εἰσι, περιεζωσμένοι.

Ὅτι Αἰθίοπες νομίζουσι θεὸν εἶναι, τὸν μὲν ἀθάνατον, τὸν δὲ θνητόν· τούτων δὲ τὸν μὲν αἴτιον τῶν πάντων, τὸν δὲ θνητὸν ἀνώνυμόν τινα καὶ οὐ σαφῆ. Τοὺς δʼ εὐεργέτας καὶ βασιλεῖς θεοὺς νομίζουσι, καὶ τούτων τοὺς μὲν βασιλεῖς κοινοὺς, τοὺς δὲ ἰδιώτας ἰδίως τοῖς εὖ παθοῦσιν ὑπʼ αὐτῶν. Πρὸς δὲ τῇ διακεκαυμένῃ τινὲς καὶ ἄθεοί εἰσιν· οὕς γε καὶ τὸν ἥλιόν φασι βλασφημοῦντας κακῶς λέγειν, ἐπειδὰν ἀνίσχοντα δʼ ἐν Μερόη καὶ Ἡρακλέα καὶ Πᾶνα καὶ Ἶσιν σέβονται, πρὸς ἄλλῳ τινὶ βαρβαρικῷ θεῷ· καὶ βασιλέας καθιστᾶσι τοὺς κάλλει διαφέροντας ἢ ἀρετῇ κτηνοτροφίας ἢ ἀνδρείας ἢ πλούτου.