Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι λέγεται καὶ ὁ ἅφθας καὶ ἦ ἅφθα καὶ ἡ νάφθα καὶ τὸ νάφθα.

Ὅτι ἡ Ἀδιαβηνὴ τῆς Βαβυλωνίας ἐστὶ μέρος καὶ ἐπαρχία.

Ὅτι ὁ Τίγρις διαρρεῖ τὴν Θωνῖτιν λίμνην κατὰ πλάτος μέσην, καὶ διεκπεράσας ἐπὶ θάτερον χεῖλος κατὰ γῆς δύεται μετὰ ψόφου πολλοῦ, ἐπὶ πολύ τ᾿ ἐνεχθεὶς ἀφανὴς ἀνίσχει τῆς Γορδυαίας ἐγγύς.

Ὅτι τοσοῦτόν ἐστιν ὀξὺς ὁ Τίγρις, ὥστε, τῆς λίμνης τῆς Θωπίτιδος ἁλμυρᾶς οὕσης καὶ ἰχθύων χωρὶς, οὐκ ἐπιμίγνυται αὐτῇ.

Ὅτι ἀπὸ Θαψάκου ἕως Βαβυλῶνος στάδιοι δω΄.

Ὅτι ἀπὸ τοῦ κατὰ Κομμαγηνὴν ζεύγματος, ᾗπέρ ἐστι πόλις Σαμόσατα καὶ ἔστιν ἀρχή τῆς Μεσοποταμίας, στάδιοι β ἕως Θαψάκου.

Ὅτι ἡ μὲν Θάψακος τῆς Ἀραβίας ἐστὶ πόλις, ἡ δὲ Νικηφόριον τῆς Μεσοποταμίας· καὶ ἀπέχουσιν ἀλλήλων αἱ πόλεις σταδίους ρ΄.

Ὅτι ἡ Μεσοποταμία φέρει τὸν ἅφθαν καὶ τὴν γαγγῖτιν λίθον.

Ὅτι μεταξὺ Εὐφράτου καὶ Τίγριδος ῥεῖ καὶ ἄλλος ποταμὸς Βασίλειος καλούμενος· καὶ περὶ τὴν Ἀνθεμουσίαν ἄλλος Ἀβόρας ποταμός.

Ὅτι τὴν Συρίαν ὀρίζει πρὸς ἄρκτους μὲν ἡ Κιλικία καὶ τὸ Ἄμανον ὄρος, τὸ δὲ πλάτος ἀπὸ θαλάσσης ἐπὶ τὸν Εὐφράτην· εἰσὶ δὲ ἀπὸ τοῦ Ἰσσικοῦ κόλπου μέχρι τοῦ κατὰ Κομμαγηνὴν ζεύγματος οἱ τὸ λεχθέν πλευρὸν ἀφορίζοντες οὐκ ἐλάττους τῶν υ΄ σταδίων· πρὸς ἔω δὲ τῷ Εὐφράτη καὶ τοῖς ἐντὸς τοῦ Εὐφράτου Σκηνίταις Ἄραψι, πρὸς δὲ νότον τῆ εὐδαίμονι Ἀραβία καὶ τῇ Αἰγύπτῳ, πρὸς δύσιν δὲ τῷ Αἰγυπτίῳ τε καὶ Συριακῷ πελάγει μέχρι Ἰσσοῦ. Μέρη δ᾿ αὐτῆς ἀπὸ τοῦ Ἀμάνου ὄρους Κομμαγηνὴ, Σελευκὶς, Κοίλη Συρία, Φοινίκη, Ἰουδαία καὶ αἱ λοιπαὶ ἐπαρχίαι.

626

Ὅτι ἡ Κομμαγηνὴ ἔχει πόλιν ἐπίσημον Σαμόσατα. δὲ Σελευκὶς καλεῖται τετράπολις· ἔχει γὰρ πολλὰς μέν πόλεις, ἐπισήμους δὲ τέσσαρας, Σελεύκειαν τὴν Πιερίαν ἀπὸ τοῦ κτίστου Νικάτορος, Ἀντιόχειαν τὴν ἐπὶ Δάφνη ἀπὸ τοῦ πατρὸς αὐτοῦ, Λαοδίκειαν ἀπὸ τῆς μητρὸς αὐτοῦ, Ἀπάμειαν ἀπὸ τῆς γυναικός πάσας γὰρ ταύτας Σέλευκος ὁ Νικάτωρ ἔκτισεν.

Ὅτι ὁ Ὀρόντης ποταμὸς, ἐκ Μεσοποταμίας ὁρμηθεὶς, εἶτα ὑπὸ γῆν ἀφανισθεὶς, αὗθις ἐκδίδωσι περὶ τὴν Ἀπαμηνήν καὶ οὕτως εἴς τὴν κατὰ Σελεύκειαν ἐμβάλλει θάλασσαν. Καὶ ἔστιν ἐκεῖ πλησίον ὄρος, Πιερία καλούμενον, εἶτα πρὸς νότον τὸ Κάσιον ὄρος, πλησίον Λαοδικείας πόλεως, ἔνθα Δολαβίλλας ὑπὸ Κασσίου πολιορκηθεὶς ἐτελεύτα.

Ὅτι ἡ Ἀπάμεια πόλις Χερρόνησος καλεῖται καὶ ἔστιν ὑπό τε τοῦ ποταμοῦ Ὀρόντου καὶ ὑπὸ τῆς ἐγγὺς οὔσης λίμνης μεγάλης καὶ τῶν ἑλῶν. Ἐκαλεῖτο δὲ Πέλλα πρότερον ὑπὸ τῶν πρὶν Μακεδόνων αὐτόθι οἰκησάντων· ὕστερον δ᾿ ὁ Νικάτωρ Σέλευκος, κτίσας αὐτὴν, ἐπὶ τῆ γυναικὶ ὠνόμασεν. Ἐνταῦθα καὶ ὁ Νικάτωρ τοὺς φ΄ ἐλέφαντας ἔτρεφε, καὶ ἱπποφόρβιον βασιλικὸν τρισμυρίων ἵππων θηλειῶν. Ἀπαμεὺς δ᾿ ἦν ὁ πολυμαθέστατος τῶν καθ᾿ αὐτὸν φιλοσόφων Ποσειδώνιος.

Ὅτι ἐν τῇ νήσῳ Ἀράδῳ πηγή ἐστι γλυκέος ὅδατος, ὑπὸ τοῖς κύμασιν ἀναβλυστάνουσα· ἀφ᾿ ἧς ὑδρεύονται, κλίβανον στενοῦ πυθμένος εὐρύστομον μολιβδοῦν περὶ αὐτὴν καθιέντες.

Ὅτι ή Τρίπολις ἐκ τριῶν συνῳκίσθη πόλεων, Τύρου καὶ Σιδόνος καὶ Ἀράδου. Τῇ δὲ Τριπόλει συνεχές ἐστι τὸ τοῦ Θεοῦ πρόσωπον, εἰς ὃ τελευτᾷ ὁ Λίβανος τὸ ὄρος.

Ὅτι τὴν Κοίλην Συρίαν ὃ τε Λίβανος καὶ ὁ Ἀντιλίβανος τὸ ὄρος ποιεῖ, ἀρχόμενον ἑκάτερον μικρὸν ὕπερθεν τῆς θαλάττης, τὸ μὲν, ὁ Λίβανος, ἀπὸ Τριπόλεως, τὸ δἐ, ὁ Ἀντιλίβανος, ἀπὸ Τύρου, παράλληλα κείμενα· τελευτῶσι δ᾿ ἐγγὺς τῶν Ἀραβίων ὀρῶν τῶν ὑπὲρ τῆς Δαμασκηνῆς· πλάτος δὲ τῆς χώρας στάδιοι σ΄, μῆκος δὲ διπλάσιον. Καὶ ἔστιν ἡ χώρα εὐδαιμονεστάτη, ἀρδομένη ἄλλοις τε ποταμοῖς καὶ δὴ καὶ τῷ Ἰορδάνη.