Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι πρὸς δυσμὰς τοῦ Ἰνδοῦ ποταμοῦ ἥ τε Ἀρεία ἐστὶ καὶ πρὸς νότον Ἀραχωσία καὶ Γεδρωσὶα ἔτι, τετράπλευρον οὖσα, οὗ τὸ μέν νότιον πλευρὸν ἡ Ἐρυθρὰ, τὸ δ᾿ ἀνατολικὸν ὁ Ἰνδὸς, τὸ δ δυτικὸν ὁ Περσικὸς κόλπος, τὸ δὲ βόρειον τὰ ὄρη τοῦ Ταύρου, ἃ καλεῖται Βάγωα καὶ Πάρσυντα. Τὸ δὲ μῆκος τῆς θαλάσσης στάδιοι μύριοι γ.

Ὅτι γίνεται κήτη ἐν τῇ Ἐρυθρᾷ, πηχῶν ὄντα οβ΄. Ἐπίγραμμα ἐπὶ τῷ τάφῳ Κύρου τοῦ βασιλέως· « Ἐνθάδ᾿ ἐγ κεῖμαι Κῦρος, βασιλεὺς βασιλήων. Ἐπὶ δὲ τοῦ Δαρείου οὕτως· « Φίλος ἦν τοῖς φίλοις, ἱπππεὺς καὶ τοξότης ἄριστος ἐγενόμην, κυνηγῶν ἐκράτουν, πάντα ποιεῖν ἠδυνάμην. »

Ὅτι ἐν Σούσοις τοσαύτην ἔχει τὴν τοῦ ἀέρος ἐν θέρει ἀκμάζοντι ἡ πόλις μεσημβρίας τὴν θέρμην, ὡς καὶ τὰς σαύρας καὶ τοὺς ὄρεις ἐν τῆ πόλει διαβῆναι μὴ φθάνειν τὰς ἐν τῆ πόλει ὁδοὺς, ἀλλ᾿ ἐν μέσαις περιφλέγεσθαι· ὕδωρ δὲ ψυχρὸν προτεθέν ἐκθερμαίνεται παραχρῆμα. Τὰς δὲ κριθάς φασι διασπαρείσας εἰς τὸν ἥλιον φρύγεσθαι, καθάπερ ἐν ἰπνῷ τὰς κάχρυς. Διὸ καὶ ταῖς στέγαις ἐπὶ δύο πήχεις τὴν γῆν ἐπιτίθεσθαι ὑπὸ δὲ τοῦ βάρους ἀναγκάζεσθαι στενοὺς μέν, μακροὺς δὲ τοὺς οἴκους ποιεῖσθαι, ἀποροῦντας μακρῶν δοκῶν, δεομένους δὲ διὰ τὸ πνῖγος μεγάλων οἰκιῶν. Ἴδιον δέ τι πάσχει ἡ φοινικίνη δοκός· στερεὰ γὰρ οὖσα, παλαιουμένη οὐκ εἰς τὸ κάτω ἔνδοσιν λαμβάνει, ἀλλ᾿ εἰς τὸ ἄνω μέρος κυρτοῦται τῷ βάρει καὶ βέλτιον ἀνέχει τὴν ὀροφήν.

Ὅτι Πέρσαι ἀγάλματα καὶ βωμοὺς οὐχ ἱδρύονται, τιμῶσι δὲ ἥλιον καὶ σελήνην καὶ Ἀφροδίτην καὶ πῦρ καὶ γῆν καὶ ἀνέμους καὶ ὕδωρ. Εἰ δέ τις εἰς πῦρ φυσήσειεν ἢ νεκρὸν ἐπιθείη ἢ ὄνθον, θανατοῦται παρ᾿ αὔτοῖς· ῥιπίζοντες δὲ ἐξάπτουσι τὴν φλόγα. Τῷ δ᾿ ὕδατι---, ἐπὶ λίμνην ἢ ποταμὸν ἢ κρήνην ἐλθόντες, βόθρον ὀρύξαντες εἰς τοῦτον σφαγιάζονται, φυλαττόμενοι μή τι τοῦ πλησίον ὕδατος καθαροῦ αἱμαχθῇ, ὡς μιανοῦντες.

Ὅτι Πέρσαι εἰς ποταμὸν οὔτε οὐροῦσιν οὔτε νίπτονται οὕτε λούονται οὔτε νεκρὸν ἐμβάλλουσιν οὕτε τι μυσαρόν.

624

Ὅτι ἆθλα πολυτεκνίας Πέρσαι προτιθέασιν.

Ὅτι Πέρσαι μεθύοντες βουλεύονται περὶ τῶν μεγίστων καὶ ἡγοῦνται ταῦτα βεβαιότερα τῶν ἐν νήψει.

Ὅτι πρῶτος Δαρεῖος ὁ μακρόχειρ φόρους ἔταξε φέρειν· πρὸ γὰρ αὐτοῦ, ἐξ ὧν ἑκάστη χώρα ἔφερεν, ἐτελεῖτο, οἶον σῖτος, ἵπποι.

Ὅτι Συρία καλεῖται ἀπὸ Βαβυλῶνος μέχρι τοῦ Ἰσσικοῦ κόλπου καὶ ἐκεῖθεν συνεχῶς μέχρι τοῦ Πόντου, τοῦτʼ ἔστιν ἕως τῶν Λευκοσύρων καὶ τῶν περὶ Ἀμισὸν τόπων· ὧν ἐν μέσῳ Καππαδόκαι ἀμφότεροι, οἵτε ἐντὸς καὶ ἐκτὸς Ταύρου ὄρους. Ὁ δὲ Ταῦρος ἕως τοῦ Ἀμάνου διήκει ὄρους.

Ὅτι ἡ Νίνος πόλις τῶν Ἀσσυρίων πολὺ μείζων ἦν Βαβυλῶνος, κειμένη ἐν πεδίῳ τῆς Ἀτουρίας. Ἡ δὲ Ἀτουρία πλησίον Ἀρβήλων ἐστὶ, μεταξὺ ἔχουσα τὸν Λύκον ποταμόν.

Ὅτι ἡ Βαβυλὼν τῆς Μεσοποταμίας τὸν κύκλον ἔχει τοῦ τείχους σταδίων τπε΄, πάχος δὲ τοῦ τείχους ποδῶν λβ΄, ὕψος δὲ τῶν μὲν μεσοπυργίων πήχεις ν΄, τῶν δὲ πύργων ξ΄. Διόπερ καὶ τῶν ζ΄ θεαμάτων ἐστὶ καὶ τοῦτο καὶ ὁ κρεμαστὸς κῆπος.

Ὅτι ἀπέχει Βαβυλὼν τῆς Σελευκείας τῆς ἐν Μεσοποταμίᾳ στάδια τ΄. Καὶ ἔστι νῦν ἔρημος μὲν ἡ Βαβυλὼν, ἀνώνυμος δὲ ἡ Σελεύκεια· ὥστε τὸ τοῦ κωμικοῦ ἐστιν ἐπʼ αὐτῇ εἰπεῖν, ὅπερ ἐκεῖνος περὶ τῆς Μεγάλης πόλεως· « ἐρημία μεγάλη ᾿ στὶν ἡ μεγάλη πόλις. »

Ὅτι περὶ πόλιν Ἄρβηλα τῆς Ἀσσυρίας γέγονεν ἡ μεγάλη μάχη καὶ τελευταία Ἀλεξάνδρῳ πρὸς Δαρεῖον, περὶ Γαυγάμηλα κώμην· πλησίον δὲ καὶ ποταμὸς Λύκος καὶ πόλις Δημητριὰς καὶ ἡ τοῦ νάφθα πηγὴ καὶ τὰ πυρά.

Ὅτι ἀπὸ τῆς θαλάσσης ἀναπλέεται ὁ μὲν Τίγρις ἕως Ὤπιδος καὶ Σελευκείας, ὁ δὲ Εὐφράτης ἕως Βαβυλῶνος στάδια γ.

Ὅτι ἡ περὶ τὸν Εὐφράτην ποταμὸν χώρα φέρει κριθὰς ὑπὲρ τὰ τριακοσάχοα. Ἐκ δὲ τοῦ φοίνικος αὐτόθι γίνεται οἶνος καὶ ὄξος καὶ μέλι καὶ ἄλφιτα· καὶ τοῖς τῶν φοινίκων πυρῆσι χρῶνται οἱ χαλκεῖς ἀντὶ ἀνθράκων. Βρεχόμενοι δὲ τοῖς σιτιζομένοις προβάτοις καὶ βουσὶ τροφὴ γίνονται. Φασὶ δὲ καὶ Περσικὴν

625
ᾠδὴν εἶναι, ἐν ᾗ τὰς ἀπὸ τῶν φοινίκων ὠφελείας τξ΄ διαριθμουνται.

Ὅτι περὶ Βαβυλῶνα γίνεται ἄσφαλτος πολλή· ἧς ἡ μέν ὑγρὰ, καλουμένη δὲ νάφθα· ἡ δὲ ξηρὰ πλησίον Εὐφράτου. Καὶ γίνονται βῶλοι μεγάλαι ἐξ αὐτῆς, πρὸς τὰς οἰκοδομὰς ἐπιτήδειαι τὰς διὰ τῆς ἀπτῆς κλίνθου. Ἡ δὲ ὑγρὴ, ἡ καὶ ἄφθα, παράδοξον ἔχει τὴν φύσιν· προσαχθεὶς γὰρ ὁ ἄφθας πυρὶ πλησίον ἀναρπάζει τὸ πῦρ· κὰν ἐπιχρίσας αὐτῶ σῶμα προσαγάγης, φλέγεται. Σβέννυται δὲ πηλῷ καὶ ὄξει καὶ στυπτηρία καὶ ἰξῷ καὶ ὕδατι πολλῷ. Πείρας δὲ χάριν Ἀλέξανδρος ἐν λουτρῷ προσέχεε παιδὶ τοῦ ἅφθα καὶ προσήγαγε λύχνον· φλεγόμενος δ᾿ ὁ παῖς παρ᾿ ὀλίγον ἀπώλετο, πλήν πολλῷ σφόδρα καταντλοῦντες τῶ ὕδατι ἔσβεσαν.