Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ἡ Σινώπη πόλις Μιλησίων ἐστὶν ἄποικος καὶ πολλὰ ἴσχυσε πρὶν καὶ ἔσχεν ὑπηκόους χώρας· ὕστερον δʼ ἐκυριεύθη ὑπὸ Ἀρμενίων ἕως Μιθριδάτου τοῦ Εὐπάτορος, ὃς καὶ ἐτέχθη καὶ ἐτάφη ἐν Σινώπῃ.

Ὅτι δὶς ἡ Σινώπη ἑάλω, πρὶν μὲν ὑπὸ Φαρνάκου, αἰφνιδίως ἐπεισπεσόντος, ὕστερον δʼ ὑπὸ Λευκούλλου καὶ τοῦ ἐγκαθημένου τυράννου, καὶ ἐντὸς ἅμα καὶ ἐκτος πολιορκουμένη. Ὁ γὰρ φρούραρχος Βακχίδης, ὑπονοῶν ἀεί τινα προδοσίαν ἐκ τῶν ἔνδον, πολλὰς σφαγὰς ἐπετέλει· καὶ διὰ τοῦτο ἀπηγόρευσαν καὶ ἐδουλώθησαν ταῖς γνώμαις οἱ Σινωπεῖς καὶ οὐκ ἠμύνοντο κατὰ Ῥωμαίων.

602

Ὅτι μαντεῖον ἦν ἐν Σινώπῃ, ὅθεν Διογένης τὸν χρησμὸν ἔλαβεν, ἵνα παραχαράξῃ τὸ νόμισμα. Ἡ δ Σινώπη ἤνεγκε φιλοσόφων μὲν Διογένη καὶ Τιμόθεον τὸν Πατρίωνα, ποιητῶν δὲ Δίφιλον τὸν κωμικὸν, συγγραφέων δὲ Βάτωνα.

Ὅτι ὁ Ἅλυς ποταμὸς ἐκ τῶν ἁλῶν ὠνόμασται, ὧν ῥεῖ· αἱ δὲ πηγαὶ αὐτοῦ ἐκ τῆς μεγάλης Καππαδοκίας τῆς Ποντικῆς εἰσιν.

Ὅτι μετὰ τὸν Ἅλυν ἦ Γαδιλωνῖτίς ἐστι, χώρα εὐδαίμων πᾶσα καὶ πεδιὰς καὶ πάμφορος· ἔχει δὲ καὶ προβατείαν ὑποδιφθέρου καὶ μαλακῆς ἐρέας.

Ὅτι Ἀμισὸς Μιλησίων ἐστὶ κτίσμα, χώραν ἔχουσα ἀγαθήν.

Ὅτι ὁ Ῑρις ποταμὸς διὰ μέσων Κομάνων πόλεως ῥεῖ, καὶ διὰ τοῦ τείχους τῆς Ἀμασείας πόλεως.

Ὅτι Στράβων οὗτος ὁ γεωγράφος ἀπὸ Ἀμασείας ἦν, πόλεως Ποντικῆς.

Ὅτι ἡ Θεμίσκυρα χώρα κατάρρυτός ἐστι ποταμοῖς, διὸ καὶ ἀεὶ χλοάζει· τὰ δὲ ὀρεινὰ αὐτῆς δενδροφόρα ἐστὶν ἡμέρων καὶ ἀγρίων καρπῶν. ὥστε μηδέποτε λείπειν δι᾿ ὅλου τοῦ ἐνιαυτοῦ καρπὸν δένδρου ἐκεῖσε.

Ὅτι τοὺς νῦν Σάννους οἱ παλαιοὶ Μάκρωνας ἐκάλουν.