Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι ὁ Ἅλυς ποταμὸς ὁρίζει Παφλαγόνας καὶ Καππάδοκας.
Ὅτι Μιθριδάτης ὁ Εὐπάτωρ ἦρξε τοῦ Πόντου ἕως Ἡροκλείας· τὰ δὲ δυσμικώτερα ὑπὸ τῷ τῶν Βιθυνῶν βασιλεῖ ἐτέλουν.
Ὅτι ὁ Ἅλυς ποταμὸς διορίζει Καππαδοκίαν τὴν τῶν Λευκοσύρων καὶ Παφλαγονίαν.
Ὅτι Λευκόσυροι καλοῦνται οἱ παράλιοι ἐν τῷ Πόντῳ Καππαδόκαι, οἱ ἐντὸς τοῦ Ταύρου, διὰ τὸ χρῶμα· συμβαίνει γὰρ τοὺς νοτιωτέρους καὶ ἀνατολικωτέρους τοῦ Ταύρου μέλανας εἶναι, τούτους δὲ λευκούς.
Ὅτι διορίζει Παφλαγονίαν ὁ μὲν Πόντος ἐκ βορρᾶ, ὁ δὲ Ἅλυς ἐξ ἀνατολῶν, ἡ δὲ Φρυγία καὶ Γαλατία πρὸς νότον, ἡ δὲ Βιθυνία πρὸς δυσμάς· οἱ δὲ Λευκόσυροι ἀνατολικώτεροί εἰσι τοῦ Ἅλυος ποταμοῦ, παραθαλάσσιοι δέ.
Ὅτι ἡ Ἄμαστρις ἐκλήθη ἀπὸ γυναικὸς Ἀμάστριδος, συμβίου Διονυσίου τοῦ Ἡρακλείας τυράννου, θυγατρὸς δὲ Ὀξυάθρου, τοῦ Δαρείου ἀδελφοῦ τοῦ καταπολεμηθέντος ὑπὸ Ἀλεξάνδρου.
Ὅτι Σήσαμος ἐκαλεῖτο πρὶν ἡ νῦν Ἄμαστρις πόλις· συνῳκίσθη δὲ ἀπό τε Κρώμνης καὶ Κυτώρου καὶ Τίου καὶ αὐτῆς Σησάμου.
Ὅτι Κύτωρος καλεῖται ἡ πόλις ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδός.
Ὅτι οὓς καλεῖ Ὅμηρος ὑψηλοὺς Ἐρυθίνους, δύο εἰσὶ σκόπελοι ἐρυθροὶ τὸ χρῶμα· νῦν δὲ Ἐρυθρῖνοι καλοῦνται.
Ὅτι ἡ Ἀρμένη ἄκρον καὶ λιμὴν πλησίον Σινώπης τετειχισμένον, ἔρημον, περὶ οὗ παροιμία ἐλένθη· « ὃς ἔργον οὐκ εἶχ᾿ , Ἀρμένην ἐτείχισε· » καὶ ἔστι τὸ μέτρον ἰαμβικόν.