Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι αἱ πηγαὶ Εὐφράτου καὶ Τίγριδος διέχουσιν ἀλλήλων σταδίους βφ΄· συμβάλλουσι δὲ κατὰ Σελεύκειαν πόλιν. Καὶ ἔστιν ὁ Εὐφράτης τοῦ Τίγριδος μείζων καὶ πλείονα γῆν ἐπέρχεται. Ῥέων δʼ ἐπὶ δύσιν διὰ τῆς μεγάλης Ἀρμενίας ἕως τῆς μικρᾶς ἐν ἀριστερᾷ ἔχει τόν τε Ἀντίταυρον τὸ ὄρος καὶ τὴν Βασιλισηνὴν χώραν καὶ τὴν Ἀκιλισηνήν καὶ τὴν Σωφηνήν, ἐν δεξιᾷ δὲ τὴν μικρὰν Ἀρμενίαν καὶ Καππαδοκίαν καὶ τὸν Ταῦρον τὸ ὄρος καὶ Μελιτηνὴν χώραν, ἔνθα καὶ Μέλας ποταμὸς ἐκ τοῦ Ταύρου ὄρους εἰς τὸν Εὐφράτην βάλλει, εἶτα ἐπιστραφεὶς πρὸς νότον αὖθις τὴν Κομμαγηνὴν, εἶτα Κυρηστικὴν κατὰ τὸ Ἄμανον ὄρος, εἶτα Παλμυρηνὴν δυσμικωτέραν τε καὶ πολὺ νοτιωτέραν ἀφεὶς κατὰ πόλιν Σοῦραν, ἐπὶ τῆ ἀρχῇ τῆς Συρίας κειμένην, πρὸς ἀνατολὰς ἐπιστρέφει· ἐν δεξιᾷ μέν ἔχων καὶ πρὸς νότον τήν τε ἔρημον Ἀραβίαν καὶ Βαβυλωνίαν, χώραν εὐδαίμονα μάλιστα οὖσαν, ἐν ἀριστερᾷ δὲ καὶ πρὸς βορρᾶν τόν τε Ἀντίταυρον τὸ ὄρος καὶ τὸν Ταῦρον ἐφεξῆς κατὰ τὴν Θωσπίτιδα καὶ Κοριαίαν, χώρας τῆς μεγάλης Ἀρμενίας, εἶτα ἐφεξῆς
Ὅτι ὁ Εὐφράτης κατὰ Σελεύκειαν, πόλιν μεγάλην, ἐπιστρέφει αὖθις πρὸς νότον, ἔγγιστα πόλεως μεγάλης Κτησιφῶντος, κειμένης ἐν τῷ Τίγριδι, ὡς εἶναι τὸ μεταξὺ τῶν δύο ποταμῶν καὶ τῶν δύο πόλεων περὶ στάδια ιβ΄.
Ὅτι ἀπὸ τοῦ Ἀντιταύρου, ὄρους τῆς μικρᾶς Ἀρμενίας, ἐξέρχονταί τινες ἀποσχίδες τῶν ὀρέων πρὸς βορρᾶν, ἄλλοις καὶ ἄλλοις ὀνόμασι χρώμεναι· ὧν ἐστιν ἔν καὶ ὁ Πολυάρρην ( Παρυάρδης?) καλούμενος καὶ ὁ Σκορδίσκος καὶ τὰ Μοσχικὰ, διήκοντα ἕως Ἰβηρίας, διὰ μέσης Ἀρμενίας κείμενα τῆς μεγάλης.
Ὅτι ἐν Μεσοποταμία ὄρος ἐστὶν ὁ Ταῦρος, συνεχὴς ὢν τῷ Καππαδοκικῷ Ταύρῳ, ὃ διορίζει Ἀρμενίαν καὶ Μεσοποταμίαν· εἶτα πρὸς ἀνατολὰς τά τε Γορδυαῖα ὄρη καὶ ὁ Νιφάτης, ἔξ ὡν ὁ Τίγρις ῥεῖ, καὶ τὸ Μάσιον ὄρος τὸ ὑπερκείμενον τῆς Νισίβιδος πόλεως· εἶτα ἐφεξῆς πρὸς ἀνατολὰς τὰ Χόαθρα ὄρη, εἶτα ὁ Ζάγρος, εἶτα ὁ Ὀρόντης, εἶτα ὁ Κορωνὸς ὁ διορίζων ἀπὸ Παρθίας τὴν Ὑρκανίαν εἶτα τὰ Σάριφα ὄρη τῆς Μαργιανῆς, ἐξ ὧν ὁ Ὦξος ποταμὸς ῥεῖ, εἶτα τὰ ιδίως Καυκάσια ὄρη τα διείργοντα Παροπανισάδας μέν πρὸς δύσιν, Ἰνδοὺς δὲ πρὸς ἀνατολὰς, εἶτα τὸ Ἴμαον τὸ διορίζον Σογδιανοὺς καὶ Ἰνδούς. Ταῦτα δὲ τὰ ὄρη πάντα ὡς ἔν λογισθέντα ὁ Ταῦρός ἐστι τὸ ὄρος ὁ διαιρῶν πᾶσαν τὴν Ἀσίαν δίχα, ἀπὸ Μυκάλης τῆς Ἰωνικῆς ἀρξάμενος ἕως Ἰνδῶν ἔσχάτων.
Ὅτι αἱ Κάσπιαι πάλαι διορίζουσι Μηδίαν μέν πρὸς δυσμὰς, Παρθίαν δὲ πρὸς εὖρον, Ὑρκανίαν δὲ πρὸς καικίαν ἄνεμον.
Ὅτι ἔξω τοῦ Ταύρου ὄρους οὐδὲν μέρος ἐστὶν οὔτε τῆς Μηδίας οὕτε τῆς Ἀρμενίας.
Ὅτι ἡ Μηδία διχῆ διήρηται· ἔστι γὰρ αὐτῆς τὸ μὲν ἀνατολικὸν, ὃ καὶ μεγάλη καλεῖται, ἧς μητρόπολις τὰ Ἐκβάτανα, ὅπερ ἦν βασίλειον τῶν Μηδικῶν βασιλέων, ἔνθα καὶ οἱ Περσῶν βασιλεῖς ἐθέριζον, ἐχείμαζον δ᾿ ἐν Σελευκείᾳ· τὸ δέ δυτικὸν, ἥτις καλεῖται Ἀτροπατηνὴ ἀπὸ Ἀτροπάτου σατράπου, ὃς ἐκώλυσε τὴν χώραν ταύτην ὑπὸ Μακεδόσι καὶ Ἀλεξάνδρῳ τελέσαι. Ἐστι δέ ἡ χώρα τῇ μὲν Ἀρμενία καὶ τῇ Ματιανῇ πρὸς ἕω, τῆ δὲ μεγάλη Μηδίς πρὸς δύσιν, πρὸς ἄρκτον δ᾿ ἀμφοῖν. Τῆς δὲ Ἀτροπατηνῆς μέρος ἥ τε Καδουσία καὶ ἡ παρὰ Ξενοφῶντι Καρδουχία καὶ
Ὅτι τῆς Ἀτροπατηνῆς χώρας ὁ Ἀτροπάτης ἐβασίλευσεν ἕως ποταμοῦ Ἀράξου μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν, καὶ διήρκεσεν ἐπὶ πολλὰ ἔτη ἡ τούτου βασιλεία. Ἐν δὲ τῇ Ματιανῇ λέμνη ἐστὶν ἅλας φίρουσα.
Ὅτι ληκτικὰ γένη δʼ ἦν Μάρδοι μὲν Πέρσαις γείτονες, Οὔξιοι δὲ καὶ Ἐλυμαῖοι Πέρσαις τε καὶ Σουσίοις, Κωσσαῖοι δὲ Μήδοις. Καὶ πάντες οὗτοι φόρους ἐπράττοντο τοὺς τῆς Ἀσίας βασιλεῖς· Κωσσαῖοι δὲ καὶ δῶρα ἐλάμβανον, ἡνίκα ὁ βασιλεὺς θερίσας ἐν Ἐκβατάνοις ὑπέστρεφεν.
ἄλλοι Ἐλυμαῖοι ἐν τῇ Ἐρυθρᾷ, καὶ ἕτεροι περὶ Μηδίαν.