Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι οἱ Ἀλβανοὶ γῆν νέμονται, δίκην τῆς Κυκλώπων, ἀγαθωτάτην, οἵον φησὶν ἐκεῖνος· « ἀλλ᾿ ἥγ᾿ ἄσπαρτος καὶ ἀνήροτος » καρποφορεῖ. Καὶ αἱ ἄμπελοι αὐτοῖς ἄσκαφοι καὶ διὰ πενταετίας κλαδευόμεναι φέρουσι τὸν καρπόν. Ἡ δὲ χώρα οὐδὲ σιδήρῳ τέμνεται, ἀλλὰ τῷ τοῦ ἀρότρου ξύλῳ, καὶ ἅπαξ σπαρεῖσα ἐπὶ διετίαν ἢ καὶ τριετίαν καρποφορεῖ. Οἵ τε ποταμοὶ αὐτοῖς τὴν γῆν ποτίζουσιν, ὥσπαρ ὁ Νεῖλος καὶ ὁ Εὐφράτης, καὶ ἁπλῶς ὑπερβολὴν οὐκ ἀπολείπει ἡ χοῦς τῆς Ἀλβανίας εἰς ἀρετὴν καρπογονίας (οὕτως δὲ δεῖ λέγειν καὶ θηλυκῶς ἡ χοῦς). Εἰσὶ δὲ αὐτοῖς καὶ τὰ κτήνη πολυτόκα. Καὶ αὐτοὶ καλοί τε τὰς ὄψεις καὶ μεγάλοι καὶ ἁπλοῖ τοῖς ἤθεσι· καὶ διὰ τὴν εὐηθίαν οὐκ ἴσασί τινες αὐτῶν ἀριθμεῖν, οἱ δὲ εἰδότες οὐ πλείω τῶν ἑκατὸν μετροῦσιν.
Ὅτι περὶ Ἀλβανίαν ἐστὶ χώρα τῶν Ἀμαζόνων πλησίον Γαργαρέων περὶ τὰ Καυκάσια ὄρη· αἳ καὶ δύο μόνους μῆνας τοῦ ἐνιαυτοῦ συνίασι τοῖς Γαργαρεῦσι τεκνοποιίας χάριν, τοὺς δὲ ι΄ καθʼ αὑτὰς οἰκοῦσι χωρὶς, ἀσκοῦσαι τὰ πολέμια. Τῶν δὲ τικτομένων τὰ μὲν θήλεα αὐταὶ ἔχουσι, τὰ δʼ ἄρρενα τοῖς Γαργαρεῦσι διδόασι. Μαρτυρεῖ καὶ Ἀρριανὸς τοῦτο, λέγων, ὅτι τῷ βασιλεῖ Ἀλεξάνδρῳ Φαρεσμάνης ἐδωρήσατο Ἀμαζόνας φ΄.
Ὅτι τὰ ὑψηλότατα μέρη τοῦ Καυκάσου τὰ νοτιώτατά ἐστι, τὰ πρὸς Ἀλβανίᾳ καὶ Ἰβηρίᾳ καὶ Κόλχοις καὶ Ἡνιόχοις.
Ὅτι αἱ τοῦ Καυκάσου κορυφαὶ χειμῶνος μὲν ἄβατοι, θέρους δὲ προσβαίνουσιν, ὑποδούμενοι κεντρωτὰ ὠμοβόινα, δίκην τυμπάνων πλατέα, διὰ τὰς χιόνας καὶ τοὺς κρυστάλλους· καταβαίνουσι δʼ ἐπὶ δορᾶς
Ὅτι ὁ περίπλους τῆς Ὑρκανίας θαλάσσης, ὁ μὲν παρὰ τοὺς Ἀλβανοὺς καὶ τοὺς Καδουσίους ἐστὶ ευ΄ σταδίων, ὁ δὲ παρὰ τὴν Ἀριακῶν καὶ Μάρδων καὶ Ὑρκανῶν μέχρι τοῦ στόματος τοῦ Ὤξου ποταμοῦ δω΄· ἔνθεν δὲ ἐπὶ τοῦ Ἰαξάρτου βυ΄· τὰ δὲ λοιπὰ ἕως νῦν ἀγνοεῖται.
Ὅτι οἱ παλαιοὶ ἠγνόουν τὰ κατὰ γεωγραφίαν, ἡ δὲ τοῦ Ἀλεξάνδρου εἰς Ἰνδοὺς ἄφιξις καὶ ἡ τῶν Ῥωμαίων καὶ Παρθυαίων ἐπικράτεια πολλὰ τῶν ἀγνοουμένων ἐφανέρωσεν.
Ὅτι ἦ Ὑρκανία εὐδαιμονεστάτη ἐστὶ καὶ ἡ πλείστη πεδιάς.
Ὅτι ὁ Ὦξος ποταμὸς μέγιστός ἐστι πάντων τῶν ποταμῶν, ὅσους ὁ Ἀλέξανδρος εἶδε, πλὴν τῶν Ἰνδικῶν ποταμῶν· ἐκεῖνοι γὰρ μέγιστοί εἰσιν.
Ὅτι ἐν Ὑρκανίᾳ πρόκεινταί τινες ἀκταὶ τῆς θαλάττης ὕπαντροι· τούτων δὲ μεταξὺ καὶ τῆς θαλάττης ὑπόκειται ταπεινὸς αἰγιαλός· ἐκ δὲ τῶν ὕπερθε κρημνῶν ποταμοὶ ῥέοντες τοσαύτην προσφέρονται βίαν, ὥστε ταῖς ἀκταῖς συνάψαντες ἐξακοντίζουσι τὸ ὕδωρ εἰς τὴν θάλατταν, ἄρραντον φυλάττοντες τὸν αἰγιαλὸν, ὤστε καὶ στρατοπέδοις ὁδεύσιμον εἶναι σκεπαζομένοις τῷ ῥεύματι.
Ὅτι ὁ Εὐφράτης ποταμὸς διαιρεῖ τὰς δύο Ἀρμενίας, μικράν τε καὶ μεγάλην.