Geography
Strabo
Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
ἦν δέ τι ὅμοιον τῇ δάφνῃ φυτόν, οὗ τὸ γευσάμενον τῶν ὑποζυγίων ἀπέθνησκε μετὰ ἐπιληψίας καὶ ἀφροῦ· ἄκανθα δὲ τοὺς καρποὺς ἐπὶ γῆς κεχυμένη, καθάπερ οἱ σίκυοι, πλήρης ἦν ὀποῦ· τούτου δὲ ῥανίδες εἰς ὀφθαλμὸν ἐμπεσοῦσαι πᾶν ἀπετύφλουν ζῷον· οἵ τε ὠμοὶ φοίνικες ἔπνιγον πολλούς. ἦν δὲ κίνδυνος καὶ ἀπὸ τῶν ὄφεων· ἐν γὰρ τοῖς θισὶν ἐπεφύκει βοτάνη, ταύτῃ δʼ ὑποδεδυκότες ἐλάνθανον τοὺς δὲ πληγέντας ἀπέκτεινον. ἐν δὲ τοῖς Ὠρίταις τὰ τοξεύματα χρίεσθαι θανασίμοις φαρμάκοις ἔφασαν, ξύλινα ὄντα καὶ πεπυρακτωμένα· τρωθέντα δὲ Πτολεμαῖον κινδυνεύειν· ἐν ὕπνῳ δὲ παραστάντα τινὰ τῷ Ἀλεξάνδρῳ δεῖξαι ῥίζαν αὐτόπρεμνον, ἣν κελεῦσαι τρίβοντα ἐπιτιθέναι τῷ τρωθέντι· ἐκ δὲ τοῦ ὕπνου γενόμενον, μεμνημένον τῆς ὄψεως εὑρεῖν ζητοῦντα τὴν ῥίζαν πολλὴν πεφυκυῖαν καὶ χρήσασθαι καὶ αὐτὸν καὶ τοὺς ἄλλους· ἰδόντας δὲ τοὺς βαρβάρους εὑρημένον τὸ ἀλέξημα ὑπηκόους γενέσθαι τῷ βασιλεῖ. εἰκὸς δέ τινα μηνῦσαι τῶν εἰδότων, τὸ δὲ μυθῶδες προσετέθη κολακείας χάριν. ἐλθὼν δʼ εἰς τὸ βασίλειον τῶν Γεδρωσίων ἑξηκοσταῖος ἀπὸ Ὠρῶν, διαναπαύσας τὰ πλήθη μικρόν, ἀπῆρεν εἰς τὴν Καρμανίαν.
τὸ μὲν δὴ νότιον τῆς Ἀριανῆς πλευρὸν τοιαύτην τινὰ ἔχει τὴν τῆς παραλίας διάθεσιν καὶ τῆς ὑπερκειμένης πλησίον γῆς τῆς τῶν Γεδρωσίων καὶ Ὠριτῶν. πολλὴ δʼ ἐστὶ καὶ εἰς τὴν μεσόγαιαν ἀνέχουσα καὶ ἡ Γεδρωσία μέχρι τοῦ συνάψαι Δράγγαις τε καὶ
̔η δὲ τάξις τῶν ἐθνῶν τοιαύτη· παρὰ μὲν τὸν Ἰνδὸν οἱ Παροπαμισάδαι, ὧν ὑπέρκειται ὁ Παροπαμισὸς ὄρος, εἶτʼ Ἀραχωτοὶ πρὸς νότον, εἶτʼ ἐφεξῆς πρὸς νότον Γεδρωσηνοὶ σὺν τοῖς ἄλλοις τοῖς τὴν παραλίαν ἔχουσιν· ἅπασι δὲ παρὰ τὰ πλάτη τῶν χωρίων παράκειται ὁ Ἰνδός. * τούτων δʼ ἐκ μέρους τῶν παρὰ τὸν Ἰνδὸν ἔχουσί τινα Ἰνδοὶ πρότερον ὄντα Περσῶν, ἃ ἀφείλετο μὲν ὁ Ἀλέξανδρος τῶν Ἀριανῶν καὶ κατοικίας ἰδίας συνεστήσατο, ἔδωκε δὲ Σέλευκος ὁ Νικάτωρ Σανδροκόττῳ, συνθέμενος ἐπιγαμίαν καὶ ἀντιλαβὼν ἐλέφαντας πεντακοσίους. τοῖς Παροπαμισάδαις δὲ παράκεινται πρὸς τὴν ἑσπέραν Ἄριοι, τοῖς δὲ Ἀραχωτοῖς Δράγγαι καὶ τοῖς Γεδρωσίοις· οἱ δʼ Ἄριοι τοῖς Δράγγαις ἅμα καὶ πρὸς ἄρκτον παράκεινται καὶ πρὸς ἑσπέραν, ἐγκυκλούμενοι μικρά πως· ἡ δὲ Βακτριανὴ τῇ τε Ἀρίᾳ πρὸς ἄρκτον παράκειται καὶ τοῖς Παροπαμισάδαις, διʼ ὧνπερ Ἀλέξανδρος ὑπερέβαλε τὸν Καύκασον ἐλαύνων τὴν ἐπὶ Βάκτρων· πρὸς ἑσπέραν δὲ ἐφεξῆς εἰσι τοῖς Ἀρίοις Παρθυαῖοι καὶ τὰ περὶ τὰς Κασπίους πύλας· πρὸς νότον δὲ τούτοις ἡ ἔρημος τῆς Καρμανίας, εἶθʼ ἡ λοιπὴ Καρμανία καὶ Γεδρωσία.
γνοίη δʼ ἄν τις τὰ περὶ τὴν λεχθεῖσαν ὀρεινὴν ἔτι μᾶλλον προσιστορήσας τὴν ὁδὸν ᾗ ἐχρήσατο διώκων τοὺς περὶ Βησσὸν ὡς ἐπὶ Βάκτρων Ἀλέξανδρος ἐκ τῆς Παρθυηνῆς· εἰς γὰρ τὴν Ἀρίαν ἧκεν, εἶτʼ εἰς Δράγγας, ὅπου Φιλώταν ἀνεῖλε τὸν Παρμενίωνος υἱὸν φωράσας ἐπιβουλήν· ἔπεμψε δὲ καὶ εἰς Ἐκβάτανα τοὺς καὶ τὸν πατέρα αὐτοῦ ἀνελοῦντας ὡς κοινωνὸν τῆς ἐπιβουλῆς· φασὶ δʼ αὐτοὺς ἐπὶ δρομάδων καμήλων ὁδὸν ἡμερῶν τριάκοντα ἢ καὶ τετταράκοντα ἑνδεκαταίους διανύσαι καὶ τελευτῆσαι τὴν πρᾶξιν. οἱ δὲ Δράγγαι περσίζοντες τἆλλα κατὰ τὸν βίον οἴνου