Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

̔υπέρκειται δὲ τούτων ἡ Γεδρωσία, τῆς μὲν Ἰνδικῆς ἧττον ἔμπυρος τῆς δʼ ἄλλης Ἀσίας μᾶλλον, καὶ τοῖς καρποῖς καὶ τοῖς ὕδασιν ἐνδεὴς πλὴν θέρους, οὐ πολὺ ἀμείνων τῆς τῶν Ἰχθυοφάγων· ἀρωματοφόρος δὲ νάρδου μάλιστα καὶ σμύρνης, ὥστε τὴν Ἀλεξάνδρου στρατιὰν ὁδεύουσαν ἀντὶ ὀρόφου καὶ στρωμάτων τούτοις χρῆσθαι, εὐωδιαζομένην ἅμα καὶ ὑγιεινότερον τὸν ἀέρα ἔχουσαν παρὰ τοῦτο· γενέσθαι δʼ αὐτοῖς θέρους τὴν ἐκ τῆς Ἰνδικῆς ἄφοδον ἐπίτηδες συνέβη· τότε γὰρ ὄμβρους ἔχειν τὴν Γεδρωσίαν καὶ ποὺς ποταμοὺς πληροῦσθαι καὶ τὰ ὑδρεῖα, χειμῶνος

p.1005
δʼ ἐπιλείπειν· πίπτειν δὲ τοὺς ὄμβρους ἐν τοῖς ἄνω μέρεσι τοῖς προσαρκτίοις καὶ ἐγγὺς τῶν ὀρῶν· πληρουμένων δὲ τῶν ποταμῶν καὶ τὰ πεδία τὰ πλησιάζοντα τῇ θαλάττῃ ποτίζεσθαι καὶ ὑδρείων εὐπορεῖν. προέπεμψε δʼ εἰς τὴν ἔρημον μεταλλευτὰς τῶν ὑδρείων ὁ βασιλεὺς καὶ τοὺς ναύσταθμα αὐτῷ καὶ τῷ στόλῳ κατασκευάσοντας.

τριχῇ γὰρ διελὼν τὰς δυνάμεις, τῇ μὲν αὐτὸς ὥρμησε διὰ τῆς Γεδρωσίας, ἀφιστάμενος τῆς θαλάττης τὸ πλεῖστον πεντακοσίους σταδίους, ἵνʼ ἅμα καὶ τῷ ναυτικῷ τὴν παραλίαν ἐπιτηδείαν παρασκευάζοι, πολλάκις δὲ καὶ συνάπτων τῇ θαλάττῃ καίπερ ἀπόρους καὶ τραχείας ἐχούσῃ τὰς ἀκτάς· τὴν δὲ προέπεμψε μετὰ Κρατεροῦ διὰ τῆς μεσογαίας, ἅμα χειρουμένου τε τὴν Ἀριανὴν καὶ προϊόντος ἐπὶ τοὺς αὐτοὺς τόπους ἐφʼ οὓς Ἀλέξανδρος τὴν πορείαν εἶχε· τὸ δὲ ναυτικὸν Νεάρχῳ καὶ Ὀνησικρίτῳ τῷ ἀρχικυβερνήτῃ παραδοὺς ἐκέλευσεν οἰκείας στάσεως ἐπιλαμβανομένους ἐπακολουθεῖν καὶ ἀντιπαραπλεῖν αὐτοῦ τῇ πορείᾳ.

καὶ δὴ καί φησιν ὁ Νέαρχος, ἤδη τοῦ βασιλέως τελοῦντος τὴν ὁδόν, αὐτὸς μετοπώρου κατὰ πλειάδος ἐπιτολὴν ἑσπερίαν ἄρξασθαι τοῦ πλοῦ, μήπω μὲν τῶν πνευμάτων οἰκείων ὄντων, τῶν δὲ βαρβάρων ἐπιχειρούντων αὐτοῖς καὶ ἐξελαυνόντων· καταθαρρῆσαι γὰρ ἀπελθόντος τοῦ βασιλέως καὶ ἐλευθεριάσαι. κρατερὸς δʼ ἀπὸ τοῦ Ὑδάσπου ἀρξάμενος διʼ Ἀραχωτῶν ᾔει καὶ Δραγγῶν εἰς Καρμανίαν. πολλὰ δʼ ἐταλαιπώρει ὁ Ἀλέξανδρος καθʼ ὅλην τὴν ὁδὸν διὰ λυπρᾶς ἰών· πόρρωθεν δʼ ὁμοίως ἐπεχορηγεῖτο μικρὰ καὶ σπάνια ὥστε λιμώττειν τὸ στράτευμα· καὶ τὰ ὑποζύγια ἐπέλιπε, καὶ τὰ σκεύη κατελείπετο ἐν ταῖς ὁδοῖς

p.1006
καὶ τοῖς στρατοπέδοις· ἀπὸ δὲ τῶν φοινίκων ἦν ἡ σωτηρία τοῦ τε καρποῦ καὶ τοῦ ἐγκεφάλου. φασὶ δὲ φιλονεικῆσαι τὸν Ἀλέξανδρον καίπερ εἰδότα τὰς ἀπορίας πρὸς τὴν κατέχουσαν δόξαν, ὡς Σεμίραμις μὲν ἐξ Ἰνδῶν φεύγουσα σωθείη μετὰ ἀνδρῶν ὡς εἴκοσι, Κῦρος δὲ ἑπτά, εἰ δύναιτο αὐτὸς τοσοῦτο στράτευμα διασῶσαι διὰ τῆς αὐτῆς χώρας, νικῶν καὶ ταῦτα.

πρὸς δὲ τῇ ἀπορίᾳ χαλεπὸν ἦν καὶ τὸ καῦμα καὶ τὸ βάθος τῆς ψάμμου καὶ ἡ θερμότης, ἔστι δʼ ὅπου καὶ θῖνες ὑψηλοὶ ὥστε πρὸς τῷ δυσχερῶς ἀναφέρειν τὰ σκέλη καθάπερ ἐκ βυθοῦ καὶ ἀναβάσεις εἶναι καὶ καταβάσεις· ἀνάγκη δʼ ἦν καὶ σταθμοὺς ποιεῖσθαι μακροὺς διὰ τὰ ὑδρεῖα διακοσίων καὶ τετρακοσίων σταδίων, ἔστι δʼ ὅτε καὶ ἑξακοσίων, νυκτοποροῦντας τὸ πλέον. πόρρω δὲ τῶν ὑδρείων ἐστρατοπεδεύοντο ἐν τριάκοντα σταδίοις πολλάκις τοῦ μὴ ἐμφορεῖσθαι κατὰ δίψος· πολλοὶ γὰρ ἐμπίπτοντες σὺν ὅπλοις ἔπινον ὡς ἂν ὑποβρύχιοι, φυσώμενοι δʼ ἐπέπλεον ἐκπεπνευκότες καὶ τὰ ὑδρεῖα βραχέα ὄντα διέφθειρον· οἱ δʼ ἐν τῷ ἡλίῳ κατὰ μέσην τὴν ὁδὸν ἀπηγορευκότες ἔκειντο ὑπὸ δίψους· ἔπειτα τρομώδεις μετὰ παλμοῦ χειρῶν καὶ σκελῶν ἔθνησκον παραπλησίως ὡς ἂν ὑπὸ ῥίγους καὶ φρίκης ἐχόμενοι. συνέβαινε δέ τισι καὶ ἐκτραπομένοις τὴν ὁδὸν καταδαρθεῖν κρατουμένοις ὑπὸ ὕπνου καὶ κόπου, ὑστερήσαντες δʼ οἱ μὲν ἀπώλοντο πλάνῃ τῶν ὁδῶν καὶ ὑπὸ ἀπορίας ἁπάντων καὶ καύματος, οἱ δʼ ἐσώθησαν πολλὰ ταλαιπωρήσαντες· πολλὰ δὲ κατέκλυσε καὶ τῶν σωμάτων καὶ τῶν χρηστηρίων ἐπιπεσὼν χειμάρρους νύκτωρ· καὶ τῆς βασιλικῆς δὲ κατασκευῆς ἐξηλείφθη πολλή· καὶ τῶν καθοδηγῶν δὲ κατʼ ἄγνοιαν πολὺ εἰς τὴν μεσόγαιαν ἐκτραπομένων ὥστε μηκέτι ὁρᾶν τὴν θάλατταν, συνεὶς ὁ βασιλεὺς

p.1007
ἐξαυτῆς ὥρμησε ζητήσων τὴν ᾐόνα, καὶ ἐπειδὴ εὗρε καὶ ὀρύξας εἶδεν ὕδωρ πότιμον, μεταπέμπεται τὸ στρατόπεδον, καὶ λοιπὸν μέχρι ἡμερῶν ἑπτὰ πλησίον ᾔει τῆς ᾐόνος εὐπορῶν ὑδρείας· ἔπειτʼ αὖθις εἰς τὴν μεσόγαιαν ἀνεχώρησεν.