Epitome collectionum Lucilli Tarrhaei et Didymi
Zenobius Sophista
Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.
Τὸ Δωδωναῖον χαλκεῖον: κεῖται παρὰ Μενάνδρῳ ἐν τῇ Ἀῤῥηφόρῳ. Εἴρηται δὲ ἐπὶ τῶν πολλὰ λαλούντων καὶ μὴ διαλειπόντων. Φασὶ γὰρ ἐν Δωδώνῃ χαλκεῖον ἐπὶ κίονος ἐν μετεώρῳ κεῖσθαι· ἐπὶ δὲ ἑτέρου πλησίον κίονος ἑστάναι τὸν παῖδα ἐξηρτημένον μάστιγα χαλκῆν· πνεύματος δὲ κινηθέντος μεγάλου τὴν μάστιγα πολλάκις εἰς τὸν λέβητα ἐκπίπτειν, καὶ ἠχεῖν οὕτω τὸν λέβητα ἐπὶ χρόνον πολύν.
Τερμέρια κακά: τὰ μεγάλα, Καὶ ἡ παροιμία ἐντεῦθεν.
Τετράδι γέγονας: παροιμία· τὸν Ἡρακλέα γὰρ φασὶ τετράδι γεννηθῆναι, καὶ ἔνδοξον ὄντα καὶ ἐπιφανέστατον ἄλλῳ ταλαιπωρεῖν. Ἔστιν οὖν ἡ παροιμία ἐπὶ τῶν ἄλλοις πονούντων. Μέμνηται ταύτης Πλάτων ὁ κωμικός. Φασὶ δὲ αὐτὸν καὶ τετράδι θεὸν νομισθῆναι.
Τρυγόνος λαλίστερος: μέμνηται ταύτης Μένανδρος ἐν Πλοκίῳ. Ἐπειδὴ αἱ τρυγόνες οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τοῖς ὀπισθίοις μέρεσιν ἠχοῦσι. Τάττεται δὲ ἐπὶ τῶν πολλὰ λαλούντων.
Τενέδιος ἄνθρωπος: Τένης ὁ Κύκνου διαβληθεὶς ὑπὸ τῆς μητρυιᾶς ὡς πειράσας αὐτὴν καὶ ἐμβληθεὶς ὑπὸ τοῦ πατρὸς εἰς λάρνακα, ἐσώθη διὰ τῆς θαλάσσης εἰς Τένεδον τὴν νῆσον. Ἐνομοθέτησεν οὖν, ἐπὶ τῶν δικῶν ἵστασθαι ἄνθρωπον πέλεκυν ἔχοντα κατὰ νῶτα τοῦ κρίνοντος καὶ τοῦ κρινομένου, ἵνα ὁ ἁλοὺς εὐθὺς τῷ πελέκει πληγεὶς ἀποθάνῃ. Εἴρηται οὖν ἡ παροιμία καὶ ἐπὶ τῶν φοβερῶν τὰς ὄψεις· ὁ γὰρ τὸν πέλεκυν ἔχων φοβερὸς ἐφειστήκει. Μέμνηται ταύτης ἐν Ἐφεσίῳ Μένανδρος.
Τὰ Ναννάκου: εἴρηται ἡ παροιμία ἐπὶ τῶν θαυμαζομένων ἐπὶ παλαιότητι, ἢ ἐπὶ τῶν πολλὰ θρηνούντων. Νάννακος γὰρ ἐγένετο Φρυγῶν βασιλεὺς, ὡς φησὶν Ἑρμογένης ἐν τοῖς Φρυγίοις, πρὸ τῶν Δευκαλίωνος χρόνων· ὃς προειδὼς τὸν μέλλοντα κατακλυσμὸν, συναγαγὼν πάντας εἰς τὰ ἱερὰ μετὰ δακρύων ἱκέτευεν. Ἡρώδης δὲ ὁ ἰαμβοποιὸς φησὶν·
Ἵνα τὰ Ναννάκου κλαύσῃ.
Τὰ τρὶα τῶν εἰς τὸν θάνατον; μέμνηται ταύτης Ἀλέξανδρος ἐν Αἰπόλοις. Ἀριστείδης μὲν οὖν φησὶν, ὅτι ὁ μαντευόμενος ἐν Δελφοῖς σεσημασμένον ἐλάμβανε τὸν χρησμόν· καὶ προείρηται αὐτῷ, εἰ λύσει πρὸ τῆς νενομισμένης ἡμέρας, ἕξει μίαν τῶν τριῶν· ἢ γὰρ τῶν ὀφθαλμῶν αὐτὸν ἔδει στερηθῆναι, ἢ τῆς χειρὸς, ἢ τῆς γλώττης. Ἄλλοι δέ φασιν ὅτι τῷ καταγινωσκομένῳ θάνατον τρία προςεφέρετο, ξίφος, βρόχος, κώνειον.
Τὸ περὶ Δρῦν σκότοςÚ Ἀριστοτέλης φησὶν ἐν τῇ Σαμίων πολιτείᾳ, Πριηνέας πολλοὺς ὑπὸ Μιλησίων ἀναιρεθῆναι περὶ τὴν καλουμένην Δρῦν· ὅθεν καὶ τὰς Πριηνείας γυναῖκας ὀμνύναι τὸ περὶ Δρῦν σκότος.
Τὰς ἐν τῇ φαρέτρᾳ ψηφῖδας: Φύλαρχος φησὶ τοὺς Σκύθας μέλλοντας καθεύδειν ἄγειν τὴν φαρέτραν, καὶ εἰ μὲν ἀλύπως τύχοιεν τὴν ἡμέραν ἐκείνην διαγαγόντες, καθιέναι εἰς τὴν φαρέτραν ψηφῖδα λευκήν· εἰ δὲ ὀχληρῶς, μέλαιναν. Ἐπὶ τοίνυν τῶν ἀποθνησκόντων ἐκφέρειν τὰς φαρέτρας καὶ ἀριθμεῖν τὰς ψήφους· καὶ εἰ εὑρεθείησαν πλείους αἱ λευκαὶ, εὐδαιμονίζειν τὸν ἀπογενόμενον. Ὅθεν παροιμιασθῆναι, τὴν ἀγαθὴν ἡμῶν ἡμέραν λεγόντων τῶν ἐκ τῆς φαρέτρας εἶναι. Καὶ Μένανδρος δὲ φησὶν ἐν Λευκαδίᾳ, τὴν ἀγαθὴν ἡμέραν λευκὴν καλεῖσθαι.
Τί σοι ὁ Ἀπόλλων κεκιθάρικεν; τὸ κεκιθάρικεν, οἷον, ἐμαντεύσατο· ὡς φησὶν Αἰσχύλος ἐν Αἴαντι Λοκρῷ.
Ταῦτά σοι καὶ Πύθια καὶ Δήλια: ἡ παροιμία εἴρηται ἐπὶ τῶν ὕστατα καὶ τελευταῖα ποιούντων. Μέμνηται δὲ αὐτῆς Μένανδρος. Φασὶ δὲ, ὅτι Πολυκράτης ὁ Σαμίων τύραννος ἑλὼν Ῥήνειαν καὶ ἀναθεὶς αὐτὴν
Ἀπόλλωνι τῷ Δηλίῳ, ἀγῶνα θεὶς κάλλιστον ἠρώτα πέμψας εἰς Δελφούς, πῶς δεῖ καλεῖν τὸν ἀγῶνα, Δήλια καὶ Πύθια; Ἀνεῖλε δὲ αὐτὸς ὁ θεός· Ταῦτά σοι καὶ Δήλια καὶ Πύθια. Ἐσήμαινε δὲ αὐτῷ ὅτι εὐθὺς ἀποθανεῖται· Ὀροίτης γὰρ αὐτὸν ὁ Πέρσης ἐσταύρωσεν.Τάδε Μῆδος οὐ φυλάξει: Δικαίαρχος φησὶν, ὅτι μελλούσης τῆς Ξέρξου στρατείας γίνεσθαι, οἱ Ἕλληνες ὐπογνόντες τῆς σωτηρίας, τὰς οὐσίας αὑτῶν ἀνήλισκον, ἐπιλέγοντες, Τάδε Μῆδος οὐ φυλάξει.