Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Τί οὐκ ἀπήγξω, ἵνα Θήβησιν ἥρως γένῃ: ταύτης Πλάτων ἐν Μενέλεῳ μέμνηται. Φασὶ δὲ, ὅτι ἐν Θήβαις οἱ ἑαυτοὺς ἀναιροῦντες οὐδεμιᾶς τιμῆς μετεῖχον. Καὶ Ἀριστοτέλης δέ φησι περὶ Θηβαίων τὸ αὐτὸ τοῦτο, ὅτι τοὺς αὐτόχειρας ἑαυτῶν γινομένους οὐκ ἐτίμων. Τὸ οὖν, Ἵνα ἥρως γένῃ, κατ’ εὐφημισμὸν εἴρηται.

Τιθωνοῦ γῆρας: ἐπὶ τῶν πολυχρονίων καὶ ὑπεργήρων τάττεται. Ἱστορεῖται δὲ, ὅτι Τιθωνὸς κατ’ εὐχὴν τὸ γῆρας ἀποθέμενος τέττιξ ἐγένετο, ὡς φησὶ Κλέαρχος ἐν τῷ περὶ βίων.

Τὸ θερμὸν τοῦ ὀβελοῦ: ἐπὶ τῶν ἀναιρουμένων τὰ χείρονα ἀντὶ τῶν κρειττόνων εἴρηται ἡ παροιμία. Μετενήνεκται δὲ ἀπὸ τῶν ἀπείρως δρασσομένων κατὰ τὸ πεπυρωμένον τῶν ὀβελίσκων. Μέμνηται ταύτης Σοφοκλῆς.

Ὑπὸ παντὶ λίθῳ σκορπίος: παροιμία,

Ὑπὸ παντὶ λίθῳ σκορπίος καθεύδει.

Ὕλαν κραυγάξειν: ἐπὶ τῶν μάτην βοώντων ἡ παροιμία εἴρηται. Ἐπειδὴ τὸν Ὕλαν ἀφανῆ γενόμενον ὁ Ἡρακλῆς ἀποβὰς τῆς Ἀργοῦς καὶ μετὰ κραυγῆς πολλὰ ζητήσας οὐχ εὗρεν.

Ἱστορεῖται δὲ περὶ τοῦ Ὕλα, ὅτι ἡρπάγη παρὰ τῶν Νηρηΐδων διὰ κάλλος. Φασὶ γάρ τινες, καὶ τὸν Ἡρακλέα σύμπλουν γενέσθαι τῷ Ἰάσονι μετὰ καὶ τοῦ Ὕλα, διὰ δὲ τὴν τούτου ἀπώλειαν λυπηθέντα τὸν Ἡρακλέα εἰς Μυσίαν ἀπολειφθῆναι. Ἐκεῖσε γὰρ οἱ Ἀργοναῦται προσχόντες, τὸν Ὕλαν Ἡρακλέους ἐρώμενον πρὸς θήραν πέμπουσιν· ὁ δὲ διὰ κάλλος ὑπὸ Νηρηΐδων ἁρπαγεὶς ἀνεβόησε. Καὶ Πολύφημος ἀκούσας αὐτοῦ βοήσαντος, σπασάμενος τὸ ξίφος ἐδίωκεν, ὑπὸ λῃστῶν ἄγεσθαι νομίζων, καὶ δηλοῖ περὶ τούτου Ἡρακλεῖ· ζητήσαντος δὲ πολλὰ τὸν Ὕλαν Ἡρακλέους, καὶ μὴ ὑποστρέψαντος διὰ λύπην, ἐπεὶ τὸν ζητούμενον οὐχ εὗρεν, ἡ ναῦς ἀνήχθη. Καὶ Ἡρακλῆς πρὸς Ἄργος ὑπέστρεψεν.

Ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις: τοῦτο Δημητρίου τοῦ Ἀλικαρνασέως φασὶν εἶναι λέγοντος,

Οἶνός τοι χαριέντι πέλει ταχὺς ἵππος ἀοιδῷ· ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις.

Ὑπὲρ τὰ ἐσκαμμένα: Φάϋλλος ἐγένετο πένταθλος * Πόντιος, ὃς ἐδόκει μέγιστα δισκεύειν καὶ ἅλλεσθαι· ἐπειδὴ οὖν ὑπὲρ τοὺς ἐσκαμμένους πεντήκοντα πόδας εἰς τὸ στερεὸν ἥλατο, τὸ συμβὰν εἰς παροιμίαν περιέστη.

Ὕδωρ παραῤῥέει: αὕτη τάττεται ἐπὶ τῶν ἐκ παντὸς ἔργου ἐπαγγελλομένων καταπράξασθαι τὸ προκείμενον. Μετενήνεκται δὲ ἀπὸ τῶν ὑπὸ σπουδῆς εἰς ῥέοντα πλοῖα εἰςβαινόντων καὶ παραβαλλομένων τῷ κινδύνῳ. Μέμνηται αὐτῆς Κρατῖνος ἐν Δραπέτισιν.

Ὑπέρου περιτροπή; αὕτη τέτακται ἐπὶ τῶν πάντα ποιούντων καὶ μηδὲν περαινόντων. Μέμνηται αὐτῆς Φιλήμων ἐν Ἥρωσιν.

Ὕδραν τέμνεις: ἐπὶ τῶν ἀμηχάνων εἴρηται ἡ παροιμία· διὰ τὰς τῆς Ὕδρας κεφαλὰς, ἃς τέμνων ὁ Ἡρακλῆς οὐδὲν μᾶλλον ἐκράτει τῆς Ὕδρας, ἀναδιδούσης ἄλλας ἀντὶ τῶν κοπτομένων κεφαλάς.

Ἡ δὲ Ὕδρα θηρίον ἦν μέγιστον, ἐν τῇ Λέρνῃ τρεφόμενον, κεφαλὰς ἔχουσα ὀκτὼ, μίαν μέσην ἀθάνατον. Ταύτην κατ’ ἐπιταγὴν Εὐρυσθέως ὁ Ἡρακλῆς ἑκτεῖνεν. Ἅρματα γὰρ ἐπιβὰς, ἡνιοχοῦντος Ἰολάου, παρεγένετο εἰς Λέρνην, ὅπου ὁ φωλεὸς αὐτῆς ὑπῆρχε, καὶ βάλλων βέλεσιν ἠνάγκασεν αὐτὴν ἐξελθεῖν, καὶ κρατήσας τὰς κεφαλὰς ἀπέτεμνεν. Ἀλλ’ οὐδὲν ἀνύειν ἠδύνατο· μιᾶς γὰρ κοπτομένης, δύο ἀνεφύοντο. Προςκαλεσάμενος οὖν βοηθὸν τὸν Ἰόλαον, ἐπέταξεν αὐτῷ μέρος τι καταπρῆσαὶ τῆς ἐγγὺς ὕλης, καὶ τοῖς δαλοῖς ἐπικαίειν τοὺς τόπους τῶν τετμημένων κεφαλῶν, καὶ τοῦτον τὸν τρόπον Ἰολάου κωλύοντος τὰς ἀναφυομένας κεφαλὰς, Ἡρακλῆς περιγίνεται τὴν ἀθάνατον ἀποκόψας, τὸ σῶμα δὲ τῆς Ὕδρας ἀνασχίσας, καὶ τῇ χολῇ ταύτης τοὺς ὀϊστοὺς βάψας, θανατηφόρους εἰργάσατο.

Ὑγιέστερος κρότωνος: ἐπὶ τῶν πάνυ ὑγιαινόντων ἡ παροιμία, ἀπὸ τοῦ ζώου τοῦ κρότωνος. Λεῖον γάρ ἐστιν ὅλον, καὶ χωρὶς ἀμυχῆς, καὶ μηδὲν ἔχων σίνος. Μέμνηται τούτου Μένανδρος ἐν Λοκροῖς.

Ὑπὲρ ὄνου σκιᾶς: μέμνηται ταύτης ἐν τῷ Ἔγχειριδίῳ Μένανδρος.

Λέγουσι δὲ ὅτι Δημοσθένης ὁ ῥήτωρ ἀπολογούμενος ὑπέρ τινος κινδυνεύοντος, οὐκ ἀνεχομένων τῶν δικαστῶν, εἶπεν· Ἀκούσατε, ὦ ἄνδρες, διηγήματος τερπνοῦ· Νεανίσκος ποτὲ ὄνον ἐμισθώσατο Ἀθήνηθεν Μέγαράδε· μεσημβρίας δὲ καταλαβούσης, καταλύσας τὸν γόμον, ὑπῆλθε τὴν σκιὰν τοῦ ὄνου. Ἐκβαλλόμενος δέ ὑπὸ τοῦ ὀνηλάτου, πρὸς βίαν διεφέρετο, μεμισθῶσθαι καὶ τὴν σκιὰν λέγων· ἀντιλέγοντος δὲ τοῦ ὀνηλάτου καὶ φάσκοντος τὸν ὄνον μεμισθωκέναι, εἰς δικαστήριον εἰςῆλθον ἀμφότεροι. Εἰπὼν δὲ ταῦτα ὁ Δημοσθένης κατέβαινεν ἐκ τοῦ βήματος. Ἀξιούντων δὲ τῶν δικαστῶν τῆς δίκης τὸ τέλος μαθεῖν, εἶπεν ἀναβὰς πάλιν ἐπὶ τοῦ βήματος· Ὑπὲρ μὲν ὄνου σκιᾶς ἀκούειν, ὦ ἄνδρες, ἐπιθυμεῖτε· ἀνθρώπου δὲ κινδυνεύοντος ὑπὲρ ψυχῆς οὐδὲ τῆς φωνῆς ἀνέχεσθε;

Ἄλλοι δὲ λέγουσιν, ὅτι Ἀθήνηθεν εἰς Δελφοὺς τὸν ὄνον ἐμισθώσατο. Ὅθεν, φασὶ, καὶ αὐτὸς ὁ Δημοσθένης περὶ τῆς ἐν Δελφοῖς σκιᾶς φησὶ, καὶ ὁ Πλάτων δὲ, καὶ ἄλλοι πολλοί. Καὶ Ἀρχίππῳ δὲ κωμῳδία γέγονεν, Ὄνου σκιά. Τάττεται δὲ ἐπὶ τῶν περὶ μηδενὸς χρησίμου φιλοτιμουμένων.