Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Γυνὴ γραῦς ἀλγοῦσα τοὺς ὀφθαλμοὺς είσκαλεῖταί τινα τῶν ἰατρῶν ἐπὶ μισθῷ, συμφωνήσασα ὡς, εἰ μὲν θεραπεύσειεν αὐτήν, τὸν ὁμολογηθέντα μισθὸν αὐτῷ δώσειν, εἰ δὲ μή, μηδὲν δώσειν. Ἐνεχείρησε μὲν οὖν ὁ ἰατρὸς τῇ θεραπείᾳ καθʼ ἡμέραν δὲ φοιτῶν ὡς τὴν πρεσβῦτιν καὶ τοὺς ὀφθαλμοὺς αὐτῇ χρίων, ἐκείνης μηδαμῶς ἀναβλέπειν ἐχούσης τὴν ὥραν ἐκείνην ὑπὸ τοῦ χρίσματος, αὐτὸς ἕν τι τῶν τῆς οἰκίας σκευῶν ὑφαιρούμενος ὁσημέραι ἀπῄει. Ἡ μὲν οὖν γραῦς τὴν ἑαυτῆς περιουσίαν ἑώρα καθʼ ἑκάστην ἐλαττουμένην ἐπὶ τοσοῦτον ὡς καὶ τέλος παντάπασιν αὐτῇ θεραπευθείσῃ μηδὲν ὑπολειφθῆναι. Τοῦ δʼ ἰατροῦ τοὺς συμφωνηθέντας μισθοὺς αὐτὴν ἀπαιτοῦντος, ὡς καθαρῶς βλέπουσαν ἤδη, καὶ τοὺς μάρτυρας παραγαγόντος·
Μᾶλλον μὲν οὖν, εἶπεν ἐκείνη, τὰ νῦν οὐδʼ ὁτιοῦν βλέπω· ἡνίκα μὲν γὰρ τοὺς ὀφθαλμοὺς ἐνόσουν, πολλὰ τῶν ἐμῶν κατὰ τὴν ἐμαυτῆς ἔβλεπον οἰκίαν· νῦν δʼ ὅτε με σὺ βλέπειν φῇς, οὐδʼ ὁτιοῦν ἐκείνων ὁρῶ.Ὁ μῦθος δηλοῖ ὅτι οἱ πονηροὶ τῶν ἀνθρώπων ἐξ ὧν πράττουσι λανθάνουσι καθʼ ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.