Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Γυνὴ πρέσβις τοὺς ὀφθαλμοὺς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσε θεραπεῦσαι αὐτήν, ἐνώπιον μαρτύρων εἰποῦσα
ὅτι ἐὰν θεραπευθῶ τοὺς ὀφθαλμούς μου, πολὺν λήψῃ παρʼ ἐμοῦ τὸν μισθόν· ἐὰν δὲ μὴ θεραπευθῶ, ἀλλʼ ἐπιμείνω τῇ ἀρρωστίᾳ, οὐδὲν ἀποδώσω σοι. Οὕτως οὖν ὁ ἰατρὸς τοὺς ὀφθαλμοὺς αὐτῆς θεραπεύων κατʼ ὀλίγον ὀλίγον τὰ προσόντα αὐτῇ ἕκλεπτε. Μετ' οὐ πολὺ δὲ θεραπεύσας αὐτὴν ἐξῄτει τὸν συμφωνηθέντα μισθόν. Ἀναβλεψασα τοίνυν ἡ γραῦς οὐδὲν τῶν προσόντων αὐτῇ ἐν τῇ οἰκίᾳ ἐθεάσατο. Ὡς οὖν ὁ ἰατρὸς ἐκείνην ἠνώχλει, ἡ δὲ ἀνεβάλλετο, ἀπήγαγεν αὐτὴν εἰς τοὺς δικαστάς. Σταθεῖσα δὲ ἡ γραῦς ἐνώπιον πάντων εἶπεν· Ἀληθῶς λέγει οὗτος ὁ ἄνθρωπος· εηγγειλάμην γὰρ αὐτῷ δοῦναι μισθόν, ἐὰν καλῶς βλέψω· εἰ δὲ ἐπιμείνω τῇ ἀρρωστίᾳ, μηδὲν αὐτῷ ἀποδώσειν. Νῦν δὲ αὐτός μετὰ 〈ταῦτά〉 φησι θεραπευθῆναί με· ἐγὼ δέ φημι τὸ ἐναντίον παθεῖν. Ὅτε γὰρ ἐνόσουν τοὺς ὀφθαλμούς, τότε καὶ σκεύη διάφορα καί χρήματα ὑπῆρχον ἐν τῇ οἰκίᾳ μου, καὶ ταῦτα ἑώρων· νῦν δὲ οὐ δύναμαι ταῦτα βλέπειν.Ὁ μῦθοι δηλοῖ ὅτι οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων λανθάνουσι διὰ πλεονεξίαν καθʼ ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.