Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Βοηλάτης ταῦρον ἀπώλεσεν· ηὔξατο δὲ τῷ θεῷ, εἰ τὸν κλέπτην εὕροι, ταῦρον ἐπιθύσειν. Εὗρε δὲ ἐξαίφνης τοῦτον ὑπὸ λέοντος ἐσθιόμενον· εἶπεν δὲ τῷ θεῷ ὅτι καὶ ἕτερον βοῦν σοι ἐπιθύσω, εἰ τὸν κλέπτην ἐκφύγω.
῞Οτι ἀβούλως οὐ δεῖ εὐχὴν τῷ θεῷ συντάσσεσθαι διὰ τὴν πρὸς ὥραν συμβαίνουσαν λύπην.
Βουθρέμμων τις ἐν ὄρει ταῦρον ἀπώλεσεν. Ταῦρον οὖν ἐπιθύσειν ηὔχετο τῷ θεῷ, εἰ τῷ κλέπτῃ ἐντύχοι. Ἐξαίφνης οὖν εὗρε τοῦτον ὑπὸ λέοντος ἐσθιόμενον. Στενάξας οὖν ἔφη Βοῦν σοι καὶ ταῦρον, θεέ, προσενέγκω, εἰ τὰς χεῖρας τοῦ κλέπτου βοηθήσεις μοι ἐκφυγεῖν.
Ὅτι ἀβούλως οὐδὲ εὐχὴν ποιεῖσθαι χρή· ἄδηλον γὰρ τὸ συμδησόμενον.
Βουκόλος ταῦρον ἀπολέσας ηὔξατο τῷ Ἑρμῇ, εἰ τὸν κλέψαντα εὕροι, ἕτερον ταῦρον αὐτῷ θύσειν. Αἴφνης δὲ ἰδὼν λέοντα τοῦτον ἐσθίοντα εἶπεν· Καὶ ἕτερόν σοι, ᾧ Ἑρμη, βοῦν θύσω, εἰ τὸν κλέπτην ἐκφυγεῖν δυνηθείην.
Βωταλὶς ἀπό τινος θυρίδος κρεμαμένη νυκτὸς ᾖδε. Νυκτερὶς δὲ ἐξήκουσε αὐτῆς τὴν φωνὴν καὶ προσελθοῦσα ἐπυνθάνετο ἀπ᾽ αὐτῆς τὴν αἰτίαν δι᾽ ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. Τῆς δὲ λεγούσης ὡς οὐ μάτην τοῦτο πράττει· ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη, διὸ ἀπ᾽ ἐκείνου ἐσωφρονίσθη, ἡ νυκτερὶς εἶπεν· Ἀλλ᾽ οὐ νῦν σε δεῖ φυλάττεσθαι, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν ἢ συλληφθῆναι.
Ὁ λόγος δηλοῖ ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια ἀνωφελὴς καθέστηκεν.
Βουταλὶς ἀπό τινος θυρίδος ἐκρέματο. Νυκτερὶς δὲ προσελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν δι᾽ ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. Τῆς δὲ μὴ μάτην τοῦτο ποιεῖν λεγούσης· ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη, καὶ διὰ
τοῦτο ἀπ᾽ ἐκείνου ἐσωφρονίσθη, ἡ νυκτερὶς εἶπεν Ἀλλ᾽ οὐ νῦν σε φυλάττεσθαι δεῖ, ὅτε μηδὲν ὄφελος, ἀλλὰ πρὶν ἢ συλληφθῆναι.Ὁ μῦθος δηλοῖ ὅτι ἐπὶ τοῖς ἀτυχήμασιν ἀνόνητος ἡ μετάνοια.