Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἐν χειμῶνι Βορρᾶς πρὸς τὸν Ἤλιον ἰσχύος ἕνεκα ἔριν

ἐποιεῖτο. Καὶ σῆμα ὃν τῆς ἰσχύος τινὸς ὁδοιποροῦντος τὴν τοῦ ἱματίου ἀφαίρεσιν ἐποιήσαντο. βορρᾶς μὲν οὖν πρῶτος ἐναντίον τοῦ ἀνέμου μέγα φυσῶν ἐπειρᾶτο ἐκ τοῦ ἀνθρώπου βίᾳ τὸ ἱμάτιον ἀπορρίψας γυμνὸν ἐκεῖνον καταλιπεῖν. Ὁ δὲ ὑπὸ τοῦ κρύους πανταχόθεν περισυνάγων αὐτὸ καὶ ἰσχυρῶς περιστέλλων ἔκρυψεν, εἰσέλθὼν ἔν τινι πέτρας ὀπῇ, τὴν ἑαυτοῦ κεφαλήν, τὴν τοῦ ἀνέμου φεύγων σφοδρότητα· τὸ 〈δὲ〉 λοιπὸν σῶμα ἔξω ἀφείς, ἐκκρύψαι αὐτὸ οὐκ ἠδύνατο. Οὕτω δὲ κείμενον ὁ Ἥλιος πρῶτον ὑπὸ τοῦ ψύχους νεκρωθέντα ἀπέθαλπε· ἔπειτα κατὰ μικρὸν τοῦτον περιθερμάνας ἱδρῶσαι πεποίηκε· οὗ γεγονότος, τὸ ἱμάτιον ἀπεκδυσάμενος νικήτην τὸν Ἥλιον ἔδειξεν.

Βορρᾶς κἤλιος ἤριζον πρὸς ἀλλήλους ὅστις ἐξ αὐτῶν τινα τῶν ὁδευόντων πρῶτος ἐκδύσει αὐτοῦ τὸν χιτωνίσκον. Τοῦ δὲ Βορρᾶ πνέοντος ἰσχυροτάτως, ἄνθρωποι μᾶλλον ψυχρωθέντες εὐθέως μᾶλλον ἠμφίεννυντο περιβολαίοις. Ὁ δὲ χλιάνας Ἥλιος μετὰ ταῦτα καὶ τοῖς ἀνθρώποις ἱδρώτας προξενώσας πέπεικεν εὐθὺς ἐκδῦσαι τοὺς χιτῶνας. Τότε ὁ Βορρᾶς αἰσχυνθεὶς ἀπεστράφη.

Ὅτι πολλάκις τὸ πείθειν τοῦ βίαζεσθαι ἀνυτικώτερόν ἐστι.

Βουκόλος βόσκων ἀγέλην ταύρων ἀπώλεσε μόσχον. Περιελθὼν δὲ καὶ μὴ εὑρὼν ηὔξατο τῷ Διί, ἐάν τὸν

κλέπτην εὕρῃ, ἔριφον αὐτῷ θῦσαι. Ἐλθὼν δὲ εἴς τινα δρυμῶνα καὶ θεασάμενος λέοντα κατεσθίοντα τὸν μόσχον, περίφοβος γενόμενος, ἐπάρας τὰς χεῖρας εἰς τὸν οὐρανόν, εἶπε· Ζεῦ δέσποτα, πάλαι μέν σοι ηὐξάμην ἔριφον θῦσαι, ἂν τὸν κλέπτην εὕρω, νῦν δὲ ταῦρόν σοι θύσω, ἐὰν τὰς τοῦ κλέπτου χεῖρας ἐκφύγω.

Οὗτος ὁ λόγος λεχθείη ἂν ἐπʼ ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.

Βουκόλος ἀγέλην ταύρων βόσκων ἀπώλεσε μόσχον. Περιελθὼν δὲ πᾶσαν τὴν ἔρημον διέτριβεν ἐρευνῶν. Ὡ δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὐξατο τῷ Διὶ οὕτως, ὅτι, ἐὰν τὸν κλέπτην τὸν λαβόντα τὸν μόσχον ὑποδείξῃς μοι, ἔριφόν σοι εἰς θυσίαν προσάξω Καὶ δὴ διερχομένου αὐτοῦ εἴς τινα δρυμόν, εὑρίσκει λέοντα κατεσθίοντα τοῦτον τὸν

μόσχον. Ἔμφοβος οὖν γενόμενος καὶ μεγάλως δειλιάσας, ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπεν· Ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δοῦναι, ἐὰν τὸν κλέπτην εὕρω, νυνὶ δὲ ταῦρόν σοι θύσω, ἐὰν τὰς χεῖρας τοῦ κλέπτου ἐκφύγω.

Οὗτος ὁ λόγος λεχθείη ἂν ἐπʼ ἀνδρῶν δυστυχούντων οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.

Βουκόλος ἀγέλην ταύρων βόσκων ἀπώλεσε μόσχον. Περιελθὼν δὲ πᾶσαν τὴν ἔρημον διέτριβεν ἐρευνῶν. Ὡς δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὔξατο τῷ Διί, ἄν τὸν λαβόντα μόσχον κλέπτην ὑποδείξῃ, ἔριφον εἰς θυσίαν προσάξειν. Καὶ δὴ ἐρχόμενος εἴς τινα δρυμῶνα εὑρίσκει λέοντα κατεσθίοντα τὸν μόσχον. Ἔμφοβος οὖν γενόμενος καὶ μέγα δειλιάσας, ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπεν· Ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δώσειν, ἐὰν τὸν κλέπτην εὕρω· νῦν 〈δέ〉 ταῦρον σοι θύσειν ὑπισχνοῦμαί, ἐὰν τούτου τὰς χεῖρας ἐκφύγω.

Ὁ μῦθος πρὸς ἄνδρας δυστυχεῖς οἵτινες ἀποροῦντες μὲν εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.