Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Βάτραχοι δύο ἐν λίμνῃ ἐνέμοντο. Θέρους δὲ ξηρανθείσης τῆς λίμνης, ἐκείνην καταλιπόντες ἐπεζήτουν ἑτέραν. Καὶ δὴ βαθεῖ περιέτυχον φρέατι, ὅπερ ἰδὼν ἅτερος θατέρῳ φησί· Συγκατέλθωμεν, οὖτος, εἰς τόδε τὸ φρέαρ. Ὁ δὲ ὑπολαβὼν εἶπεν· Ἂν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς ἀναβησόμεθα;
Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ἀπερισκέπτως προσιέναι τοῖς πράγμασιν.
Βάτραχοι δύο, ξηρανθείσης τῆς λίμνης ἐν ἦ κατῴκουν, περιῄεσαν ζητοῦντες ποῦ καταμεῖναι. Καὶ ἐλθόντες εἰς φρέαρ βαθὺ καὶ κύψαντες κάτω καὶ ἰδόντες τὸ ὕδωρ, ὁ μὲν εῖς συνεβούλευεν ἵνα πηδήσωσι παρευθὺς κάτω. Ὁ δὲ ἕτερος εἶπεν· Εἰ δὲ καὶ τοῦτο ξηρανθῇ, πῶς δυνησόμεθα ἀναβῆναι;
Ὁ μῦθος δηλοῖ ἄνευ συμβουλῆς μὴ ποιεῖν τι.