Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Βάτραχοι δύο, ξηρανθείσης αὐτῶν τῆς λίμνης, περιῄεσαν ζητοῦντες ποῦ καταμεῖναι. Ὡς δὲ ἐγένοντο κατά τι φρέαρ, ὁ ἕτερος συνεβούλευεν ἀμελητὶ ἅλεσθαι. Ὁ δὲ ἕτερος
ἔλεγεν· ᾽Εὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα ἀναβῆναι;Ὁ λόγος ἡμᾶς διδάσκει μὴ ἀπερισκέπτως προσέρχεσθαι τοῖς πράγμασιν.
Βάτραχοι δύο ἐνέμοντο ἐν λίμνῃ. Ἐν ἡμέραις δὲ τοῦ θέρους ἐξηράνθη ἡ λίμνη καί καταλείψαντες ἐκείνην, ἄλλην ἐπεζήτουν. Παραχρῆμα οὖν ἐνέτυχον φρέατι βαθεῖ. Εἶπε δὲ ὁ ἕτερος τῷ ἑτέρῳ. Συγκατέλθωμεν ἐνταῦθα, ὦ φίλε. Ὑπολαβὼν δὲ ὁ ἕτερος ἀντεῖπεν· Εὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα ἀνελθεῖν;
Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ἀπερισκέπτως προσέρχεσθαι τοῖς πράγμασι.