Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἀνθρακεὺς ἐπί τινος οἰκῶν οἰκίας ἠξίου καὶ κναφέα παραγενόμενον αὐτῷ συνοικῆσαι. Ὁ δὲ κναφεὺς ὑπολαβὼν ἔφη· Ἀλλ᾽ οὐκ ἂν τοῦτο δυναίμην ἔγωγε πρᾶξαι· δέδια γὰρ μή πως ἅπερ ἐγώ λευκαίνω, αὐτὸς ἀσβόλης πληροῖς.

Ὁ μῦθος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον.

Λέγουσι πρῶτον τὰ ζῷα πλασθῆναι καὶ χαρισθῆναι αὐτοῖς παρὰ θεοῦ, τῷ μὲν ἀλκήν, τῷ δὲ τάχος, τῷ δὲ πτερά, τὸν δὲ ἄνθρωπον γυμνὸν ἑστῶτα εἶπεῖν· Ἐμὲ μόνον κατέλιπες ἔρημον χάριτος· τὸν δὲ Δία εἰπεῖν· Ἀνεπαίσθητος εἶ τῆς δωρεᾶς, καίτοι τοῦ μεγίστου

τετυχηκώς· λόγον γὰρ ἔχεις λαβών, ὃς παρὰ θεοῖς δύναται καὶ παρὰ ἀνθρώποις, τῶν δυνατῶν δυνατώτερος καὶ τῶν ταχίστων ταχύτερος. Καὶ τότε ἐπιγνοὺς τὸ δῶρον ὁ ἄνθρωπος προσκυνήσας καὶ εὐχαριστήσας ᾤχετο.

Ὅτι, ἐκ θεοῦ λόγῳ τιμηθέντων πάντων ἀνεπαισθήτως ἔχουσί τινες τῆς τοιαύτης τιμῆς καὶ μᾶλλον ζηλοῦσι τὰ ἀναίσθητα καὶ ἄλογα ζῷα.

Ἀλώπεκά τις ἐχθρὰν ἔχων ὡς βλάπτουσαν αὐτόν, κρᾶ_ τήσας καὶ θέλων ἐπὶ πολὺ τιμωρήσασθαι, στυππεῖα ἐλαίῳ βεβρεγμένα τῆ οὐρᾷ προσδήσας ὑφῆψε. Ταύτην δὲ δαίμων εἰς τὰς ἀρούρας τοῦ βαλόντος ὡδήγει· ἧν δὲ καιρὸς τοῦ ἀμήτου. Ὁ δὲ ἠκολούθει θρηνῶν μηδὲν θερίσας.

Ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις βλάβη γίνεται μεγάλη τοῖς δυσοργήτοις.

Ἀνήρ τις ἐχθραίνων ἀλώπεκι διά τινα ταύτης ῥᾳδιουργίαν, ἐπὶ πολὺ ταύτην, μετὰ τὸ κατασχεῖν, τιμωρῆσαι ἐμηχανήσατο καὶ στυππεῖον ἐλαίῳ βαπτίσας, τῇ κέρκῳ ταύτης προσδήσας ὑφῆψε πυρί. Ταύτην δὲ ὁ δαίμων εἰς τὰς ἀρούρας τοῦ ποινητῆρος καὶ τοὺς ἄγρους καθωδήγησεν, ἃ δὴ καὶ κατέκαυσεν· ὥῥα γὰρ ἦν θέρους ἀκμαιότητος. Ἠκολούθει τοίνυν αὐτῇ βοῶν ὁ ταλαίπωρος ἑαυτόν τε ὁδυρόμενος καὶ τῆς οἰκείας ἐπινοίας καταμεμφόμενος.

Ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις μεγίστη βλάβη τοῖς δυσοργίστοις ἐγγίνεται.