Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ἀνὴρ πένης νοσῶν ηὔξατο τοῖς θεοῖς λέγων ὅτι ἐὰν ὑγιάνω, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν. Οἱ δὲ πειράζειν αὐτὸν βουλόμενοι ῥᾴδιον ὑγιῆ αὐτὸν ἀποκατέστησαν. Ἐξαναστὰς οὖν ὁ ἄνθρωπος, ἐπειδὴ βοῶν ἠπόρει, στεατίνους ἑκατὸν ποιήσας βόας ἐπὶ τοῦ βωμοῦ κατέκαυσεν εἰπών· ῏Ω δαίμονες, ἰδοῦ τὴν εὐχὴν ἀπετέλεσα. Οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἀνταμύνασθαι, ὄναρ

ἐπιστάντες αὐτῷ εἶπον· Ἄπελθε εἰς τὸν αἰγιαλόν, εἰς τόνδε τὸν τόπον, καὶ εὑρήσεις ἐκεῖσε χρυσίου τάλαντα ἑκατόν. Ὁ δὲ, ἔξυπνος γενόμενος, μετὰ πολλῆς χαρᾶς κατῆλθεν εἰς τὸν ὑποδειχθέντα αὐτῷ τόπον δρομαῖος ψηλαφῶν τὸ χρυσίον. Περιπεσὼν δὲ ἐκεῖσε λῃσταῖς συνελήφθη ὑπʼ αὐτῶν. Ὁ δὲ παρεκάλει αὐτοὺς λέγων· Ἄφετέ με, καὶ ἐπιδώσω ὑμῖν χρυσίου χίλια τάλαντα.

Ὁ μῦθος δηλοῖ ὅτι οἱ ψευδεῖς τῶν ἀνθρώπων ἐχθραίνουσι τὸ θεῖον.

Ἀνὴρ πένης νοσῶν ηὔξατο τοῖς θεοῖς, εἰ διασωθείη, βοῦς ἑκατὸν εἰς θυσίαν προσοίσειν Οἱ δὲ θεοὶ πειρᾶσαι τοῦτον βουλόμενοι τοῦ πάθους ἀπήλλαξαν. Ὁ δ᾽ ἀναστάς, ἐπειδὴ βοῶν ἠπόρει, στεατίνους βοῦς ἑκατὸν πλάσας, ἐπὶ τοῦ βωμοῦ θεὶς ὡλοκαύτωσεν. Οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἀμύνασθαι, ὄναρ ἐπιστάντες αὐτῷ εἶπον. Ἄπελθε εἰς τὸν αἰγιαλόν, εἰς τόνδε τὸν τόπον· ἐκεῖ δὲ ἀττικὰς χιλίας

εὑρήσεις. Ἐκεῖνος δὲ διυπνισθεὶς σὺν ἡδονῇ καὶ σπουδῇ πρὸς τὸν ὑποδειχθέντα τόπον ἀφίκετο τὸ χρυσίον διερευνῶν. Ἐκεῖ δὲ δὴ πειραταῖς περιτυχὼν ὑπʼ αὐτῶν συνελήφθη. Ἁλοὺς δὲ ἤδη ἀφεθῆναι τῶν πειρατῶν ἐδεῖτο, χλία χρυσίου τάλαντα δώσειν αὐτοῖς ὑπισχνούμενος. Ὡς δ᾽ οὐκ ἐπιστεύετο, ἀπαχθεὶς ὑπ᾽ αὐτῶν ἀπημπολήθη χιλίων δραχμῶν.

Ὁ μῦθος δηλοῖ ὅτι τοῖς ψευδέσι τῶν ἀνθρώπων ἐχθραίνει τὸ θεῖον.

Ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος, ὡς ἐθεάσατο γναφέα αὐτῷ παροικισθέντα, προσελθὼν παρεκάλει αὐτὸν, ὅπως αὐτῷ σύνοικος γένηται, διεξιὼν ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστερον διάξουσι μίαν ἔπαυλιν οἰκοῦντες. Καὶ ὁ γναφεὺς ὑποτυχὼν ἔφη· Ἀλλ᾽ ἔμοιγε τοῦτο παντελῶς ἀδύνατον· ἅ γὰρ ἐγώ λευκανῶ, σὺ ασβολώσεις.

Ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστι.

Ἀνθρακεὺς ἐπί τινος οἰκίας κατοικῶν, ὡς ἐθεάσατο γναφέα, παρεκάλει αὐτὸν ἐν τῷ ἅμα κατοικῆσαι ἀμφοτέρους. Καὶ ὁ γναφεὺς ὑπολαβὼν ἔφη· Ἀλλ᾽ ἔγωγε παντελῶς πρᾶξαι τοῦτο οὐ δύναμαι. Τοῦ δὲ πυνθανομένου δι᾽ ἣν αἰτίαν, ἔφη· Φοβοῦμαι μήπως ἅ ἐγὼ λευκαίνω, σὺ ἀποτεφροῖς.

Ὁ μύθος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον.