Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Ἁλιεὺς τὸ δίκτυον χαλάσας ἐν τῇ θαλάσσῃ ἀνήνεγκε σμαρίδα. Σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν νῦν μὲν μὴ λαβεῖν αὐτήν, ἀλλʼ ἐᾶσαι, διὰ τὸ σμικρὰν τυγχάνειν. Ἀλλʼ ὅταν αὐξυνθῶ καὶ μεγάλη, φησί, γένωμαι, συλλαβεῖν με δυνήσῃ, ἐπεὶ καὶ είς μείζονά σοι ώφέλειαν ἕσομαι. Καὶ ὁ ἁλιεὺς εἶπεν· Ἀλλʼ ἔγωγε ἄνους ἄν εἴην, εἰ τὸ ἐν χερσὶ παρείς κέρδος, κἄν σμικρὸν ᾗ, τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ, ἐλπίζοιμι.
Ὁ μῦθος δηλοῖ ὅτι ἀλόγιστος ἄν εἴη ὁ δι´ ἐλπίδα μείζονος τὰ ἐν χερσὶν ἀφεὶς σμικρὰ ὄντα.