Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Γέροντι ἵππῳ πολλὰ κεκμηκότι ταῖς στρατηγίαις τε καὶ ἱππηλασίαις ἡ τοῦ μυλῶνος ἀτέλεστος καὶ σφαιροειδὴς διεδέξατο χώρα, πολλὴν ἔχουσα τὴν δυσπάθειαν. Ὁ δὲ στενάζων εἶπεν· Οἴμοι ἐγώ· ἐκ ποίας ταχυδρόμου ὁρμῆς ἐν ποίῳ μεθηρμόσθην καμπτῆρι πολυμόχθῳ.
Ὅτι οὐ δίκαιον τὸ ἐπαίρεσθαι ἐπί τινι εὐημερίᾳ ἤ γενναιότητι.
Ἵππος παλαιὸς ἐπράθη ἐν τῷ μύλῳ, ὅστις καὶ ζευχθεὶς στενάζων οὕτως ἔφῃ Ὤ τῆς συμφορᾶς· τί τῷ τάλᾳ συνέβη· ἐκ γὰρ μεγέθους καὶ ἀνδρείας μεγάλης καὶ εὐκλείας γε ἧς εἶχον ὁ πανώλης, νῦν δὲ προσδοῦμαι τοῖς ξυλίνοις καμπτῆρσιν.
Ὅτι οὐ δεῖ τινα ἐπαίρεσθαι ἐν δόξῃ· πολλοὶ γὰρ ἐν γήρᾳ ἀνηλώθησαν κόπῳ.