Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Ἴξευτὴς ἰξὸν ἅναλάβων καὶ καλάμους πρὸς ἄγραν ἐξῆλθεν. Ἰδῶν δὲ κίχλαν ἐφʼ ὑψηλοῦ δένδρου καθεζομένην καὶ τοὺς καλάμους ἀλλήλοις ἐπὶ μῆκος συνάψας, ἄνω πρὸς αὐτὴν συλλαβεῖν βουλόμενος ἐφεώρα. Καὶ δὴ λαθὼν ἔχιν
κοιμωμένην ὑπὸ πόδας ἐπάτησε. Τῆς δʼ ὀργισθείσης καὶ δακούσης αὐτόν, ἐκεῖνος ἤδη λειποψυχῶν ἔλεγε· Δύστηνος ἐγώ· ἕτερον γὰρ θηρεῦσαι βουλόμενος, αὐτὸς ὑφʼ ἑτέρου ἠγρεύθην εἰς θάνατον.Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς πέλας ἐπιβουλεύοντες λανθάνουσι πολλάκις ὑφʼ ἑτέρων τοῦτʼ αὐτὸ πάσχοντες.
Γέρων ίππος ἐπράθη πρὸς τὸ ἀλήθειν. Ζευχθεὶς δὲ ἐν τῷ μυλῶνι στενάζων εἶπεν· Ἐκ ποίων δρόμων εἰς οἵους καμπτῆρας ἧλθον.
Ὅτι μὴ λίαν ἐπαιρέσθω τις πρὸς τὸ τῆς ἀκμῆς ἤ τῆς δόξης δυνατόν· πολλοῖς γὰρ τὸ γῆρας ἐν κόποις ἀνηλώθη.