Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Λύκος δέ ποτε ἔξω τείχους ὑπῆρχεν· ἀρνὸς δ᾽ αὐτὸν ὕβριζεν ἄνω τυγχάνων. Ὁ δὲ στενάξας ἐκ βάθους τῆς καρδίας τρίζων ὀδόντας πρὸς τὸν ἄρνον ἐβόα· Αὐτὸς ὁ τόπος κατακρατεῖ με κάτω· μὴ μάλα καυχῶ, ἀτυχέστατον ζῷον.
῞Οτι καιροὶ φέρουσι καὶ τόπων διαστάσεις εὐτελίζεσθαι καὶ ἀτιμάζεσθαι παρὰ εὐτελῶν καὶ ἀγενῶν ἀνθρώπων.
Ἀρνὸς ἐφ᾽ ὑψηλοῦ πύργου ἱστάμενος λύκον κάτωθεν παριόντα τὴν ὁδὸν ἔσκωπτε, καὶ θηρίον κακὸν ἀπεκάλει καὶ αἱμοβόρον. Ὁ δὲ λύκος στραφεὶς εἶπε πρὸς αὐτόν· Οὐ σύ με λοιδορεῖς, ἀλλ᾽ ὁ πύργος ἐν ᾦ ἵστασαι.
Ὁ μῦθος πρὸς τοὺς ὑπομένοντας ὕβριν ἀπὸ ἀναξίων ἀνθρώπων διὰ φόβον ὑψηλοτέρων.